Mouseiaan open library of the ancient world

Homer · Complete work

The Quarrel and the Parting (lines 188–311)

The Quarrel and the Parting (lines 188–311) of 7. Read it here for reference, or continue through the entire work without leaving the reader.

Open the complete reader

Original Ancient Greek

ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορστήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνηοὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρηἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωναοἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνωΠαλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρηἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶραὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαικαὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησεμύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκειδώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσινἈτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναιοὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶντέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνδῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζουςφύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεφύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶνἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμισταςπρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶνσύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περχραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιοθνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξειςχωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃχρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπωνἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντοἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδεςἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷεἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖνἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶνΚαινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον ΠολύφημονΘησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντοφηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼντηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τιςτῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆςσκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγελίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσινἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντεςτοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμηνεἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγεσήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρηςοὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃτῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσινἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσαςἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβηνβῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃονεἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

Mouseia

Mouseia's complete machine-assisted Musean translation, made directly from the complete Greek text of Book 1 (611 lines, Perseus Digital Library edition) for fidelity, epic force, Homeric epithet and simile, and scene structure.

So he spoke. And the son of Peleus felt a dark grief, and his heartwithin his shaggy breast turned two ways: should he draw the sharp blade at his hipand scatter the crowd, and kill the son of Atreus — or restrain his furyand master his spirit? While he turned this over in his mind and heart,and drew his great blade from its sheath, Athena camedown from heaven: the white-armed goddess Hera sent her —she loved and cared for both men alike. She stood behind him,caught the son of Peleus by his tawny hair, appearing to him alone;none of the others saw her. Achilles wondered, and turned:and he knew Pallas Athena at once — the terrible gleam of her eyes.Then winged words flew from him: "Why have you come again,child of Zeus who bears the aegis? Is it to watch the outrageof Agamemnon, son of Atreus? I tell you — and I think it will be so —for this arrogance, his own life will be paid."Then the bright-eyed goddess Athena answered him:"I came to check your fury — if only you will obey —from heaven I came; the white-armed goddess Hera sent me,who loves and cares for you both alike. Come, end this quarrel:do not draw your blade against him — wound him with words instead.For this I tell you, and it will come to pass: hereafterthree times as many shining gifts will be heaped on youfor this outrage. Restrain yourself; obey us."Then the swift-footed Achilles answered: "Goddess,a man must follow your word, however angry his heart:so it is better. Whoever obeys the gods — the gods hear him."He spoke, and his heavy hand fell on the silver hilt, and he drovethe great blade back into its sheath, and did not betray the word of Athena.She went to Olympus, to the house of Zeus who bears the aegis,with the other gods; while the son of Peleus went on wounding Agamemnonwith bitter words, and did not yet let his fury go:"You drunkard, with the eyes of a dog and the heart of a deer!Never in your life have you dared to arm for war with your men,or to go into ambush with the best of the Achaeans. No —to you that is death. It is far easier, all along the wide camp of the Achaeans,to steal the prize of any man who speaks against you.King who feed on your people: since you rule men who are nothing,you must be a son of Atreus — else, son of Atreus, this were your last outrage.But I will speak out, and swear a great oath upon it:by this staff — which shall never again sprout leaf and shoot,now that it first left its trunk in the mountains, nor grow green again,around which the sons of the Achaeans carry justice in their hands,the judges who guard the ordinances of Zeus from Zeus —as surely as this shall fail to come back to the woods and earth,even if it is bound with bronze and gold — so surelywill a great thirst for Achilles come upon the sons of the Achaeans:and then your grief will find no cure, though you are sorry,when the war-god's bane cuts down the army, humbled — and you,eaten by your own grief, will grind your heart within you,that you honored the best of the Achaeans not at all."So the son of Peleus spoke, and threw the staff studded with goldand studs to the ground, and sat. And on the other side the son of Atreusblazed. But the sweet-voiced singer Nestor rose between them,the sweet-speaking orator of Pylos, from whose tonguespeech flowed sweeter than honey. Two generations of mortal menhe had seen pass away, who before were born and grew in holy Pylos,and he ruled among the third. He spoke with good will, saying:"Oh — what a great grief has come to the land of Achaea!Priam and Priam's sons would leap for joy,and the other Trojans rejoice in their hearts, if they heardthese two quarreling — you two, the first in counsel,the first in battle. But obey: you are both younger than I.Before now I walked with men better than you,and they never made light of me: for I have seen such men as I shall neversee again — perithous, and Dryas, shepherd of the people,Caineus, Exadius, godlike Polyphemus,and Aegeus, son of Aegeus, like the immortals in form.With the strongest of earth's men they walked, with the strongest,against the wild beast of the mountains — and destroyed the wild, savage Centaurs.I was with them, coming from Pylos, a long way off, from a distant land.And they took no counsel against me. Even such as theydid as I counseled, and obeyed my word. But obey: better to obey.Do not take the girl: leave her, as the sons of the Achaeans first gave her,my prize, as I was given a greater. But you, son of Peleus,do not wish to strive against a king, might against might,since the scepter-bearing king, to whom Zeus gave glory,never has an equal honor. And though you are the stronger,and a goddess mother bore you — he is greater: he rules over more.Son of Atreus, hold back your fury. I beg youto set aside your anger against Achilles, who isa great wall of war to all the Achaeans in this sorrow."Then Agamemnon, lord of men, answered him:"Old man, all this you have spoken well and wisely.But this man wants to be above all others; he wants to rule all,to be king over all, to give orders to all — but one will not obey.If the gods, who live forever, made him a spearman — is that whyhe gives us such speeches to hear?" Then the brilliant Achillesbroke in and answered him: "Truly, I would be calleda coward and a nothing, if I yield to you in every word.Lay down other commands to other men; do not order me —I will not obey you any longer. But hear me well, and I say it to you:I will not fight for this girl, not against you nor any other man:you gave — you take her back. But of my other goods, the swift black ships,you shall take nothing by force against my will. Come, if you dare, try the people —let them see. Your own blood will run around my spear."So they spoke to one another in the quarrel. And they stood upand broke the assembly by the ships of the Achaeans. The son of Peleuswent back to his shelter and his well-built ships with the son of Menoetiusand their companions. But the son of Atreus dragged a swift ship to the sea,and chose twenty rowers, and aboard her loaded a hecatomb for the god,and brought aboard Chryseis of the fair cheeks, and put with herthe brilliant Odysseus as leader. These boarded, and sat upon the benches.And Odysseus of many counsels commanded the people to board.They boarded and sat upon the benches, and the oars struck the gray sea.And for us the ships went out over the great gulf of the sea.

Mouseia

Mouseia's complete Plain English edition, made independently and directly from all 611 lines of the Greek Book 1.

Download the complete work as JSON · Retex Markdown