Mouseiaan open library of the ancient world
← Critias

Critias

Plato · Plain English translation — Mouseia

Ancient Greek source edition on the Perseus Digital Library

Stephanus 106

Ancient Greek

106a ΤΙ. ὡς ἅσμενος, ὦ Σώκρατες, οἷον ἐκ μακρᾶς ἀναπεπαυμένος ὁδοῦ, νῦν οὕτως ἐκ τῆς τοῦ λόγου διαπορείας ἀγαπητῶς ἀπήλλαγμαι. τῷ δὲ πρὶν μὲν πάλαι ποτʼ ἔργῳ, νῦν δὲ λόγοις ἄρτι θεῷ γεγονότι προσεύχομαι, τῶν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμῖν αὐτὸν αὐτῶν 106b διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτῶν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι. δίκη δὲ ὀρθὴ τὸν πλημμελοῦντα ἐμμελῆ ποιεῖν· ἵνʼ οὖν τὸ λοιπὸν τοὺς περὶ θεῶν γενέσεως ὀρθῶς λέγωμεν λόγους, φάρμακον ἡμῖν αὐτὸν τελεώτατον καὶ ἄριστον φαρμάκων ἐπιστήμην εὐχόμεθα διδόναι, προσευξάμενοι δὲ παραδίδομεν κατὰ τὰς ὁμολογίας Κριτίᾳ τὸν ἑξῆς λόγον.

ΚΡΙ. ἀλλʼ, ὦ Τίμαιε, δέχομαι μέν, ᾧ δὲ καὶ σὺ κατʼ 106c ἀρχὰς ἐχρήσω, συγγνώμην αἰτούμενος ὡς περὶ μεγάλων μέλλων λέγειν, ταὐτὸν καὶ νῦν ἐγὼ τοῦτο παραιτοῦμαι,

English

106a Timaeus: How glad I am, Socrates. It is like being rested after a long journey. Now I am gladly free at last from the hard going of the account. I pray to the god who long ago was real in deed but has only now come to be in words. I ask him to keep safe for us whatever parts of what we said were said well. 106b If we said anything out of tune about them without meaning to, I ask him to impose the fitting correction. The right correction makes the person who hit a wrong note sing in tune. So that we may speak rightly from now on about the coming to be of the gods, we pray that he give us knowledge, which is the most complete and best of all remedies. Having prayed, we now hand over the next account to Critias, as we agreed.

Critias: But Timaeus, I accept it. You too used a request at the 106c beginning, asking for indulgence because you were going to speak about great matters. I ask for the very same thing now,

Stephanus 107

Ancient Greek

107a μειζόνως δὲ αὐτοῦ τυχεῖν ἔτι μᾶλλον ἀξιῶ περὶ τῶν μελλόντων ῥηθήσεσθαι.

ΚΡΙ. καίτοι σχεδὸν μὲν οἶδα παραίτησιν εὖ μάλα φιλότιμον καὶ τοῦ δέοντος ἀγροικοτέραν μέλλων παραιτεῖσθαι, ῥητέον δὲ ὅμως. ὡς μὲν γὰρ οὐκ εὖ τὰ παρὰ σοῦ λεχθέντα εἴρηται, τίς ἂν ἐπιχειρήσειεν ἔμφρων λέγειν; ὅτι δὲ τὰ ῥηθησόμενα πλείονος συγγνώμης δεῖται χαλεπώτερα ὄντα, τοῦτο πειρατέον πῃ διδάξαι. περὶ θεῶν γάρ, ὦ Τίμαιε, λέγοντά τι πρὸς ἀνθρώπους δοκεῖν ἱκανῶς 107b λέγειν ῥᾷον ἢ περὶ θνητῶν πρὸς ἡμᾶς. ἡ γὰρ ἀπειρία καὶ σφόδρα ἄγνοια τῶν ἀκουόντων περὶ ὧν ἂν οὕτως ἔχωσιν πολλὴν εὐπορίαν παρέχεσθον τῷ μέλλοντι λέγειν τι περὶ αὐτῶν· περὶ δὲ δὴ θεῶν ἴσμεν ὡς ἔχομεν. ἵνα δὲ σαφέστερον ὃ λέγω δηλώσω, τῇδέ μοι συνεπίσπεσθε. μίμησιν μὲν γὰρ δὴ καὶ ἀπεικασίαν τὰ παρὰ πάντων ἡμῶν ῥηθέντα χρεών που γενέσθαι· τὴν δὲ τῶν γραφέων εἰδωλοποιίαν περὶ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπινα σώματα γιγνομένην 107c ἴδωμεν ῥᾳστώνης τε πέρι καὶ χαλεπότητος πρὸς τὸ τοῖς ὁρῶσιν δοκεῖν ἀποχρώντως μεμιμῆσθαι, καὶ κατοψόμεθα ὅτι γῆν μὲν καὶ ὄρη καὶ ποταμοὺς καὶ ὕλην οὐρανόν τε σύμπαντα καὶ τὰ περὶ αὐτὸν ὄντα καὶ ἰόντα πρῶτον μὲν ἀγαπῶμεν ἄν τίς τι καὶ βραχὺ πρὸς ὁμοιότητα αὐτῶν ἀπομιμεῖσθαι δυνατὸς ᾖ, πρὸς δὲ τούτοις, ἅτε οὐδὲν εἰδότες ἀκριβὲς περὶ τῶν τοιούτων, οὔτε ἐξετάζομεν οὔτε ἐλέγχομεν τὰ γεγραμμένα, 107d σκιαγραφίᾳ δὲ ἀσαφεῖ καὶ ἀπατηλῷ χρώμεθα περὶ αὐτά· τὰ δὲ ἡμέτερα ὁπόταν τις ἐπιχειρῇ σώματα ἀπεικάζειν, ὀξέως αἰσθανόμενοι τὸ παραλειπόμενον διὰ τὴν ἀεὶ σύνοικον κατανόησιν χαλεποὶ κριταὶ γιγνόμεθα τῷ μὴ πάσας πάντως τὰς ὁμοιότητας ἀποδιδόντι. ταὐτὸν δὴ καὶ κατὰ τοὺς λόγους ἰδεῖν δεῖ γιγνόμενον, ὅτι τὰ μὲν οὐράνια καὶ θεῖα ἀγαπῶμεν καὶ σμικρῶς εἰκότα λεγόμενα, τὰ δὲ θνητὰ καὶ ἀνθρώπινα ἀκριβῶς ἐξετάζομεν. ἐκ δὴ τοῦ παραχρῆμα 107e νῦν λεγόμενα, τὸ πρέπον ἂν μὴ δυνώμεθα πάντως ἀποδιδόναι, συγγιγνώσκειν χρεών· οὐ γὰρ ὡς ῥᾴδια τὰ θνητὰ ἀλλʼ ὡς χαλεπὰ πρὸς δόξαν ὄντα ἀπεικάζειν δεῖ διανοεῖσθαι.

English

107a and I claim the right to get it to an even larger degree, for what I am going to say.

Critias: And yet I almost know that I am about to ask for an indulgence that is very proud of itself and ruder than it should be. Still I must say it. What sane person would claim that what you said was not well said? But that what will be said needs more indulgence, because it is harder, this I must try to show in some way. For Timaeus, when someone speaks to humans about the gods, it seems easier for him to speak well enough 107b than when he speaks to us about mortal things. The listeners' lack of experience and their deep ignorance about the things they know so little of give plenty of help to anyone who is going to say something about them. But about the gods we know how things stand with us. To make what I mean clearer, follow this line of thought with me. Everything that all of us have said must surely be an act of copying and making likenesses. Let us look at the way painters make images of divine and human bodies, 107c and see how easy or hard it is for them to seem to the people looking to have copied them well enough. Then we shall see the following. As for earth, mountains, rivers, woodland, the whole heaven, and the things that are and move around it, first we are satisfied if anyone can copy even a little of them in a likeness. And besides, since we know nothing precise about such things, we neither examine nor test the paintings. 107d We use a vague and misleading shading for them instead. But when someone tries to copy our own bodies, we notice keenly what is left out, because we always have that understanding close at hand, and we become harsh judges of anyone who does not reproduce every single similarity. The same thing, you must see, happens with accounts. The heavenly and the divine we accept even when they are said to be only slightly like the truth. The mortal and the human we examine strictly. So, for the things now being said on the spot, 107e if we cannot reproduce the fitting in every way, we must be forgiving. We must think of mortal things not as easy but as hard to copy so as to look right.

Stephanus 108

Ancient Greek

108a ΚΡΙ. ταῦτα δὴ βουλόμενος ὑμᾶς ὑπομνῆσαι, καὶ τὸ τῆς συγγνώμης οὐκ ἔλαττον ἀλλὰ μεῖζον αἰτῶν περὶ τῶν μελλόντων ῥηθήσεσθαι, πάντα ταῦτα εἴρηκα, ὦ Σώκρατες. εἰ δὴ δικαίως αἰτεῖν φαίνομαι τὴν δωρεάν, ἑκόντες δίδοτε.

ΣΩ. τί δʼ οὐ μέλλομεν, ὦ Κριτία, διδόναι; καὶ πρός γε ἔτι τρίτῳ δεδόσθω ταὐτὸν τοῦτο Ἑρμοκράτει παρʼ ἡμῶν. δῆλον γὰρ ὡς ὀλίγον ὕστερον, ὅταν αὐτὸν δέῃ λέγειν, 108b παραιτήσεται καθάπερ ὑμεῖς· ἵνʼ οὖν ἑτέραν ἀρχὴν ἐκπορίζηται καὶ μὴ τὴν αὐτὴν ἀναγκασθῇ λέγειν, ὡς ὑπαρχούσης αὐτῷ συγγνώμης εἰς τότε οὕτω λεγέτω. προλέγω γε μήν, ὦ φίλε Κριτία, σοὶ τὴν τοῦ θεάτρου διάνοιαν, ὅτι θαυμαστῶς ὁ πρότερος ηὐδοκίμηκεν ἐν αὐτῷ ποιητής, ὥστε τῆς συγγνώμης δεήσει τινός σοι παμπόλλης, εἰ μέλλεις αὐτὰ δυνατὸς γενέσθαι παραλαβεῖν.

ΕΡ. ταὐτὸν μήν, ὦ Σώκρατες, κἀμοὶ παραγγέλλεις ὅπερ 108c τῷδε. ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔπω τρόπαιον ἔστησαν, ὦ Κριτία· προϊέναι τε οὖν ἐπὶ τὸν λόγον ἀνδρείως χρή, καὶ τὸν Παίωνά τε καὶ τὰς μούσας ἐπικαλούμενον τοὺς παλαιοὺς πολίτας ἀγαθοὺς ὄντας ἀναφαίνειν τε καὶ ὑμνεῖν.

ΚΡΙ. ὦ φίλε Ἑρμόκρατες, τῆς ὑστέρας τεταγμένος, ἐπίπροσθεν ἔχων ἄλλον, ἔτι θαρρεῖς. τοῦτο μὲν οὖν οἷόν ἐστιν, αὐτό σοι τάχα δηλώσει· παραμυθουμένῳ δʼ οὖν καὶ 108d παραθαρρύνοντί σοι πειστέον, καὶ πρὸς οἷς θεοῖς εἶπες τούς τε ἄλλους κλητέον καὶ δὴ καὶ τὰ μάλιστα Μνημοσύνην. σχεδὸν γὰρ τὰ μέγιστα ἡμῖν τῶν λόγων ἐν ταύτῃ τῇ θεῷ πάντʼ ἐστίν· μνησθέντες γὰρ ἱκανῶς καὶ ἀπαγγείλαντες τά ποτε ῥηθέντα ὑπὸ τῶν ἱερέων καὶ δεῦρο ὑπὸ Σόλωνος κομισθέντα σχεδὸν οἶδʼ ὅτι τῷδε τῷ θεάτρῳ δόξομεν τὰ προσήκοντα μετρίως ἀποτετελεκέναι. τοῦτʼ οὖν αὔτʼ ἤδη δραστέον, καὶ μελλητέον οὐδὲν ἔτι.

108e

πάντων δὴ πρῶτον μνησθῶμεν ὅτι τὸ κεφάλαιον ἦν ἐνακισχίλια ἔτη, ἀφʼ οὗ γεγονὼς ἐμηνύθη πόλεμος τοῖς θʼ ὑπὲρ Ἡρακλείας στήλας ἔξω κατοικοῦσιν καὶ τοῖς ἐντὸς πᾶσιν· ὃν δεῖ νῦν διαπεραίνειν. τῶν μὲν οὖν ἥδε ἡ πόλις ἄρξασα καὶ πάντα τὸν πόλεμον διαπολεμήσασα ἐλέγετο, τῶν δʼ οἱ τῆς Ἀτλαντίδος νήσου βασιλῆς, ἣν δὴ Λιβύης καὶ Ἀσίας μείζω νῆσον οὖσαν ἔφαμεν εἶναί ποτε, νῦν δὲ ὑπὸ σεισμῶν δῦσαν ἄπορον πηλὸν τοῖς ἐνθένδε ἐκπλέουσιν

English

108a Critias: I have said all this, Socrates, because I wanted to remind you of it, and to ask for not less but more indulgence for what I am going to say. If it seems that I ask for this gift rightly, give it willingly.

Socrates: Why would we not give it, Critias? And let the same thing be given as a third to Hermocrates from us. For it is clear that a little later, when he has to speak, 108b he will make the same request as you. So let him speak with this indulgence already granted to him until then, so that he can find a different opening and not be forced to say the same one. But I warn you in advance, my friend Critias, what the audience is thinking. The poet before you has won wonderful praise with them, so you will need a very large amount of indulgence if you are going to be able to take over from him.

Hermocrates: Socrates, you are giving me the same instruction 108c as you gave him. But men who lose heart have never set up a trophy, Critias. So you must go on to your account bravely. Call on Paean and the Muses, and bring to light and praise those ancient citizens, who were good men.

Critias: My dear Hermocrates, you are placed later in the order and have someone in front of you, so you are still confident. What this is really like, the thing itself will soon show you. But I must obey your words of comfort and 108d encouragement. And besides the gods you named, I must call on the others, and most of all on Mnemosyne. For almost everything that matters most in our account rests with this goddess. If we remember well enough and report what the priests once told and Solon brought here, I am fairly sure that we shall seem to this audience to have finished in a modest way what was fitting. So now this is what we must do, and put it off no longer.

108e

First of all, let us remember that the total was nine thousand years since the war broke out and was reported to us. It was fought between the people who lived outside the Pillars of Heracles and all those who lived inside them. This is the war that we must now finish telling. It is said that this city of ours began the war and fought all the way through it. The other side was led by the kings of the island of Atlantis. We said that this island was once larger than Libya and Asia. But now it has sunk because of earthquakes and become impassable mud for the sailors who set out from here,

Stephanus 109

Ancient Greek

109a ἐπὶ τὸ πᾶν πέλαγος, ὥστε μηκέτι πορεύεσθαι, κωλυτὴν παρασχεῖν.

ΚΡΙ. τὰ μὲν δὴ πολλὰ ἔθνη βάρβαρα, καὶ ὅσα Ἑλλήνων ἦν γένη τότε, καθʼ ἕκαστα ἡ τοῦ λόγου διέξοδος οἷον ἀνειλλομένη τὸ προστυχὸν ἑκασταχοῦ δηλώσει· τὸ δὲ Ἀθηναίων τε τῶν τότε καὶ τῶν ἐναντίων, οἷς διεπολέμησαν, ἀνάγκη κατʼ ἀρχὰς διελθεῖν πρῶτα, τήν τε δύναμιν ἑκατέρων καὶ τὰς πολιτείας. αὐτῶν δὲ τούτων τὰ τῇδε ἔμπροσθεν προτιμητέον εἰπεῖν. 109b

θεοὶ γὰρ ἅπασαν γῆν ποτε κατὰ τοὺς τόπους διελάγχανον—οὐ κατʼ ἔριν· οὐ γὰρ ἂν ὀρθὸν ἔχοι λόγον θεοὺς ἀγνοεῖν τὰ πρέποντα ἑκάστοις αὑτῶν, οὐδʼ αὖ γιγνώσκοντας τὸ μᾶλλον ἄλλοις προσῆκον τοῦτο ἑτέρους αὑτοῖς διʼ ἐρίδων ἐπιχειρεῖν κτᾶσθαι—δίκης δὴ κλήροις τὸ φίλον λαγχάνοντες κατῴκιζον τὰς χώρας, καὶ κατοικίσαντες, οἷον νομῆς ποίμνια, κτήματα καὶ θρέμματα ἑαυτῶν ἡμᾶς ἔτρεφον, πλὴν οὐ σώμασι 109c σώματα βιαζόμενοι, καθάπερ ποιμένες κτήνη πληγῇ νέμοντες, ἀλλʼ ᾗ μάλιστα εὔστροφον ζῷον, ἐκ πρύμνης ἀπευθύνοντες, οἷον οἴακι πειθοῖ ψυχῆς ἐφαπτόμενοι κατὰ τὴν αὐτῶν διάνοιαν, οὕτως ἄγοντες τὸ θνητὸν πᾶν ἐκυβέρνων. ἄλλοι μὲν οὖν κατʼ ἄλλους τόπους κληρουχήσαντες θεῶν ἐκεῖνα ἐκόσμουν, Ἥφαιστος δὲ κοινὴν καὶ Ἀθηνᾶ φύσιν ἔχοντες, ἅμα μὲν ἀδελφὴν ἐκ ταὐτοῦ πατρός, ἅμα δὲ φιλοσοφίᾳ φιλοτεχνίᾳ τε ἐπὶ τὰ αὐτὰ ἐλθόντες, οὕτω μίαν ἄμφω λῆξιν τήνδε τὴν χώραν εἰλήχατον ὡς οἰκείαν καὶ πρόσφορον ἀρετῇ 109d καὶ φρονήσει πεφυκυῖαν, ἄνδρας δὲ ἀγαθοὺς ἐμποιήσαντες αὐτόχθονας ἐπὶ νοῦν ἔθεσαν τὴν τῆς πολιτείας τάξιν· ὧν τὰ μὲν ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τῶν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τῶν χρόνων ἠφανίσθη. τὸ γὰρ περιλειπόμενον ἀεὶ γένος, ὥσπερ καὶ πρόσθεν ἐρρήθη, κατελείπετο ὄρειον καὶ ἀγράμματον, τῶν ἐν τῇ χώρᾳ δυναστῶν τὰ ὀνόματα ἀκηκοὸς μόνον καὶ βραχέα πρὸς αὐτοῖς τῶν ἔργων. τὰ μὲν οὖν ὀνόματα τοῖς ἐκγόνοις ἐτίθεντο 109e ἀγαπῶντες, τὰς δὲ ἀρετὰς καὶ τοὺς νόμους τῶν ἔμπροσθεν οὐκ εἰδότες, εἰ μὴ σκοτεινὰς περὶ ἑκάστων τινὰς ἀκοάς, ἐν ἀπορίᾳ δὲ τῶν ἀναγκαίων ἐπὶ πολλὰς γενεὰς ὄντες αὐτοὶ

English

109a to sail out over the whole open sea, so that no one can get through any more. It stands in the way.

Critias: As for the many foreign peoples and all the Greek peoples there were then, my account as it unrolls will show each of them as it comes up in turn. But first I must go through the story of the Athenians of that time and of the opponents they fought: the power of each side and their forms of government. And before these things, I must give first place to the earlier story of our land here. 109b

For the gods once divided all the earth among themselves by regions. It was not by strife. It would not make sense that gods do not know what suits each of them. Nor would they, knowing that what they wanted belonged rather to others, try to win it for themselves through quarrels. By just lots each received what it loved and settled the regions. And once they had settled us, like a shepherd raising flocks, they raised us as their own possessions and creatures. But they did not use bodies 109c to force bodies, the way herdsmen drive their animals with blows. Instead, as with a creature that turns most easily, they steered it from the stern. As if with a tiller, they took hold of the soul by persuasion, in line with their own plan. Leading it this way, they guided all of mortal life. So other gods, who had received other regions by lot, set those places in order. But Hephaestus and Athena, who share one nature, as sister and brother from the same father, and who both came to the same place through their love of wisdom and their love of skill, received this one land as their common lot. By nature it was suited to courage 109d and good judgment. They put good men into it, born of the land, and set the order of the state in their minds. Their names have been saved, but their deeds were lost, because of the destructions that came upon the people who received them and the long stretches of time. For the group that always survived was left, as was said before, living in the mountains and without writing. It had heard only the names of the rulers in the land, and a few of their deeds besides. So they were glad to give those names to their children. 109e But they did not know the virtues and the laws of the people before them, except for a few dim reports about each of them. And for many generations they and their children were in want of the necessities of life,

Stephanus 110

Ancient Greek

110a καὶ παῖδες, πρὸς οἷς ἠπόρουν τὸν νοῦν ἔχοντες, τούτων πέρι καὶ τοὺς λόγους ποιούμενοι, τῶν ἐν τοῖς πρόσθεν καὶ πάλαι ποτὲ γεγονότων ἠμέλουν.

ΚΡΙ. μυθολογία γὰρ ἀναζήτησίς τε τῶν παλαιῶν μετὰ σχολῆς ἅμʼ ἐπὶ τὰς πόλεις ἔρχεσθον, ὅταν ἴδητόν τισιν ἤδη τοῦ βίου τἀναγκαῖα κατεσκευασμένα, πρὶν δὲ οὔ. ταύτῃ δὴ τὰ τῶν παλαιῶν ὀνόματα ἄνευ τῶν ἔργων διασέσωται. λέγω δὲ αὐτὰ τεκμαιρόμενος ὅτι Κέκροπός τε καὶ Ἐρεχθέως καὶ Ἐριχθονίου καὶ Ἐρυσίχθονος 110b τῶν τε ἄλλων τὰ πλεῖστα ὅσαπερ καὶ Θησέως τῶν ἄνω περὶ τῶν ὀνομάτων ἑκάστων ἀπομνημονεύεται, τούτων ἐκείνους τὰ πολλὰ ἐπονομάζοντας τοὺς ἱερέας Σόλων ἔφη τὸν τότε διηγεῖσθαι πόλεμον, καὶ τὰ τῶν γυναικῶν κατὰ τὰ αὐτά. καὶ δὴ καὶ τὸ τῆς θεοῦ σχῆμα καὶ ἄγαλμα, ὡς κοινὰ τότʼ ἦν τὰ ἐπιτηδεύματα ταῖς τε γυναιξὶ καὶ τοῖς ἀνδράσι τὰ περὶ τὸν πόλεμον, οὕτω κατʼ ἐκεῖνον τὸν νόμον ὡπλισμένην τὴν θεὸν ἀνάθημα εἶναι τοῖς τότε, ἔνδειγμα ὅτι πάνθʼ 110c ὅσα σύννομα ζῷα θήλεα καὶ ὅσα ἄρρενα, τὴν προσήκουσαν ἀρετὴν ἑκάστῳ γένει πᾶν κοινῇ δυνατὸν ἐπιτηδεύειν πέφυκεν.

ὤικει δὲ δὴ τότʼ ἐν τῇδε τῇ χώρᾳ τὰ μὲν ἄλλα ἔθνη τῶν πολιτῶν περὶ τὰς δημιουργίας ὄντα καὶ τὴν ἐκ τῆς γῆς τροφήν, τὸ δὲ μάχιμον ὑπʼ ἀνδρῶν θείων κατʼ ἀρχὰς ἀφορισθὲν ᾤκει χωρίς, πάντα εἰς τροφὴν καὶ παίδευσιν τὰ προσήκοντα ἔχον, ἴδιον μὲν αὐτῶν οὐδεὶς οὐδὲν κεκτημένος, 110d ἅπαντα δὲ πάντων κοινὰ νομίζοντες αὑτῶν, πέρα δὲ ἱκανῆς τροφῆς οὐδὲν ἀξιοῦντες παρὰ τῶν ἄλλων δέχεσθαι πολιτῶν, καὶ πάντα δὴ τὰ χθὲς λεχθέντα ἐπιτηδεύματα ἐπιτηδεύοντες, ὅσα περὶ τῶν ὑποτεθέντων ἐρρήθη φυλάκων. καὶ δὴ καὶ τὸ περὶ τῆς χώρας ἡμῶν πιθανὸν καὶ ἀληθὲς ἐλέγετο, πρῶτον μὲν τοὺς ὅρους αὐτὴν ἐν τῷ τότʼ ἔχειν ἀφωρισμένους πρὸς τὸν Ἰσθμὸν καὶ τὸ κατὰ τὴν ἄλλην ἤπειρον μέχρι τοῦ 110e Κιθαιρῶνος καὶ Πάρνηθος τῶν ἄκρων, καταβαίνειν δὲ τοὺς ὅρους ἐν δεξιᾷ τὴν Ὠρωπίαν ἔχοντας, ἐν ἀριστερᾷ δὲ πρὸς θαλάττης ἀφορίζοντας τὸν Ἀσωπόν· ἀρετῇ δὲ πᾶσαν γῆν ὑπὸ τῆς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἶναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τῶν περὶ γῆν ἀργὸν ἔργων.

ΚΡΙ. μέγα δὲ τεκμήριον ἀρετῆς· τὸ γὰρ νῦν αὐτῆς λείψανον ἐνάμιλλόν ἐστι πρὸς ἡντινοῦν τῷ πάμφορον εὔκαρπόν

English

110a with their minds on what they lacked and their talk all about those things. They paid no attention to what had happened before and long ago.

Critias: For storytelling and searching into old things come to cities only along with free time. They come when people see that the necessities of life have already been provided for them, and not before. That is why the names of the people of old have been kept without their deeds. I say this based on the fact that the names of Cecrops, Erechtheus, Erichthonius, Erysichthon, 110b most of the others, and Theseus are the ones remembered from those early times I spoke of. Solon said that the priests told him the story of the war of those days, and that people mostly named their children after these, and the women's names in the same way. And in fact the figure and the statue of the goddess show this too. Since warlike pursuits were shared by women and men at that time, the goddess was dedicated in full armor by the people of that time, in keeping with that custom. It was a sign that 110c all creatures that live in groups, both female and male, are by nature able to practice together whatever excellence belongs to each kind.

Now at that time in this land the other groups of citizens were busy with their crafts and with getting food from the earth. But the fighting class, set apart at the beginning by godlike men, lived on its own. It had everything it needed for food and training. No one owned anything of his own. 110d They held everything to be common to all of them. And they thought it right to take nothing from the other citizens beyond enough food. And they practiced all the ways of life that were described yesterday, everything that was said about the guardians who were proposed. And what was said about our land was both plausible and true. First, in those days the land had its borders set toward the Isthmus and toward the rest of the mainland, as far as 110e the peaks of Cithaeron and Parnes. The borders ran down, with Oropia on the right and, on the left toward the sea, the Asopus as the dividing line. In excellence it surpassed every other land. That is why the land was able back then to support a large army that did not have to work the fields.

Critias: And here is a great proof of its excellence. Even now what is left of it can match any other land, since it grows every crop and bears good fruit,

Stephanus 111

Ancient Greek

111a τε εἶναι καὶ τοῖς ζῴοις πᾶσιν εὔβοτον. τότε δὲ πρὸς τῷ κάλλει καὶ παμπλήθη ταῦτα ἔφερεν. πῶς οὖν δὴ τοῦτο πιστόν, καὶ κατὰ τί λείψανον τῆς τότε γῆς ὀρθῶς ἂν λέγοιτο; πᾶσα ἀπὸ τῆς ἄλλης ἠπείρου μακρὰ προτείνουσα εἰς τὸ πέλαγος οἷον ἄκρα κεῖται· τὸ δὴ τῆς θαλάττης ἀγγεῖον περὶ αὐτὴν τυγχάνει πᾶν ἀγχιβαθὲς ὄν. πολλῶν οὖν γεγονότων καὶ μεγάλων κατακλυσμῶν ἐν τοῖς ἐνακισχιλίοις ἔτεσι—τοσαῦτα γὰρ πρὸς τὸν νῦν ἀπʼ ἐκείνου τοῦ χρόνου 111b γέγονεν ἔτη—τὸ τῆς γῆς ἐν τούτοις τοῖς χρόνοις καὶ πάθεσιν ἐκ τῶν ὑψηλῶν ἀπορρέον οὔτε χῶμα, ὡς ἐν ἄλλοις τόποις, προχοῖ λόγου ἄξιον ἀεί τε κύκλῳ περιρρέον εἰς βάθος ἀφανίζεται· λέλειπται δή, καθάπερ ἐν ταῖς σμικραῖς νήσοις, πρὸς τὰ τότε τὰ νῦν οἷον νοσήσαντος σώματος ὀστᾶ, περιερρυηκυίας τῆς γῆς ὅση πίειρα καὶ μαλακή, τοῦ λεπτοῦ σώματος τῆς χώρας μόνου λειφθέντος. τότε δὲ ἀκέραιος 111c οὖσα τά τε ὄρη γηλόφους ὑψηλοὺς εἶχε, καὶ τὰ φελλέως νῦν ὀνομασθέντα πεδία πλήρη γῆς πιείρας ἐκέκτητο, καὶ πολλὴν ἐν τοῖς ὄρεσιν ὕλην εἶχεν, ἧς καὶ νῦν ἔτι φανερὰ τεκμήρια· τῶν γὰρ ὀρῶν ἔστιν ἃ νῦν μὲν ἔχει μελίτταις μόναις τροφήν, χρόνος δʼ οὐ πάμπολυς ὅτε δένδρων αὐτόθεν εἰς οἰκοδομήσεις τὰς μεγίστας ἐρεψίμων τμηθέντων στεγάσματʼ ἐστὶν ἔτι σᾶ. πολλὰ δʼ ἦν ἄλλʼ ἥμερα ὑψηλὰ δένδρα, νομὴν δὲ βοσκήμασιν ἀμήχανον ἔφερεν. καὶ δὴ καὶ 111d τὸ κατʼ ἐνιαυτὸν ὕδωρ ἐκαρποῦτʼ ἐκ Διός, οὐχ ὡς νῦν ἀπολλῦσα ῥέον ἀπὸ ψιλῆς τῆς γῆς εἰς θάλατταν, ἀλλὰ πολλὴν ἔχουσα καὶ εἰς αὐτὴν καταδεχομένη, τῇ κεραμίδι στεγούσῃ γῇ διαταμιευομένη, τὸ καταποθὲν ἐκ τῶν ὑψηλῶν ὕδωρ εἰς τὰ κοῖλα ἀφιεῖσα κατὰ πάντας τοὺς τόπους παρείχετο ἄφθονα κρηνῶν καὶ ποταμῶν νάματα, ὧν καὶ νῦν ἔτι ἐπὶ ταῖς πηγαῖς πρότερον οὔσαις ἱερὰ λελειμμένα ἐστὶν σημεῖα ὅτι περὶ αὐτῆς ἀληθῆ λέγεται τὰ νῦν. 111e

τὰ μὲν οὖν τῆς ἄλλης χώρας φύσει τε οὕτως εἶχε, καὶ διεκεκόσμητο ὡς εἰκὸς ὑπὸ γεωργῶν μὲν ἀληθινῶν καὶ πραττόντων αὐτὸ τοῦτο, φιλοκάλων δὲ καὶ εὐφυῶν, γῆν δὲ ἀρίστην καὶ ὕδωρ ἀφθονώτατον ἐχόντων καὶ ὑπὲρ τῆς γῆς ὥρας μετριώτατα κεκραμένας· τὸ δʼ ἄστυ κατῳκισμένον ὧδʼ ἦν ἐν τῷ τότε χρόνῳ.

ΚΡΙ. πρῶτον μὲν τὸ τῆς ἀκροπόλεως εἶχε

English

111a and gives good grazing to all animals. In those days, besides its beauty, it produced all this in huge amounts. How is this believable, and in what way is it right to call it a leftover of the land of that time? The whole of it lies stretched far out from the rest of the mainland into the open sea, like a headland. And the stretch of sea all around it happens to be deep right up to the shore. Many great floods have happened in the nine thousand years, for that is how many years have passed from that time 111b to now. In these periods and events, the soil that washes down from the heights never builds up a deposit of silt, as it does in other places. It always flows off around and disappears into the depths. So what is left now, compared to what was there then, is like the bones of a body that has fallen sick. All the rich soft earth has washed away, and only the thin body of the land is left. Back then, when it was still whole, 111c its mountains were high hills, and the plains now called stony ground held full rich soil. It had much woodland on the mountains, and there are still clear signs of it today. Some of the mountains now give food only to bees. But it is not so very long ago that trees cut there were used to roof the largest buildings, and the roofs are still sound. There were many other tall cultivated trees, and the land carried amazing grazing for the flocks. And in fact 111d the yearly rain from Zeus made the land bear fruit. It did not destroy the land by flowing off bare ground into the sea, as it does now. The land held a great deal of water and took it in. The earth stored it up, covered like a roof with tiles, and let the water absorbed from the heights flow down into the hollows. In every region it provided plenty of springs and rivers. And even now there are still shrines beside the springs that existed before. These are signs that what is now said about the land is true. 111e

So this is how the rest of the country was by nature. And it was farmed, as you would expect, by real farmers who did exactly that work, who loved beauty and had good natural abilities, and who had the best soil and very abundant water, with the seasons over the land mixed in the most moderate way. And the city was settled as follows in those days.

Critias: First, the acropolis was

Stephanus 112

Ancient Greek

112a τότε οὐχ ὡς τὰ νῦν ἔχει. νῦν μὲν γὰρ μία γενομένη νὺξ ὑγρὰ διαφερόντως γῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε, σεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου· τὸ δὲ πρὶν ἐν ἑτέρῳ χρόνῳ μέγεθος μὲν ἦν πρὸς τὸν Ἠριδανὸν καὶ τὸν Ἰλισὸν ἀποβεβηκυῖα καὶ περιειληφυῖα ἐντὸς τὴν Πύκνα καὶ τὸν Λυκαβηττὸν ὅρον ἐκ τοῦ καταντικρὺ τῆς Πυκνὸς ἔχουσα, γεώδης δʼ ἦν πᾶσα καὶ πλὴν ὀλίγον ἐπίπεδος ἄνωθεν. 112b ᾠκεῖτο δὲ τὰ μὲν ἔξωθεν, ὑπʼ αὐτὰ τὰ πλάγια αὐτῆς, ὑπὸ τῶν δημιουργῶν καὶ τῶν γεωργῶν ὅσοι πλησίον ἐγεώργουν· τὰ δʼ ἐπάνω τὸ μάχιμον αὐτὸ καθʼ αὑτὸ μόνον γένος περὶ τὸ τῆς Ἀθηνᾶς Ἡφαίστου τε ἱερὸν κατῳκήκειν, οἷον μιᾶς οἰκίας κῆπον ἑνὶ περιβόλῳ προσπεριβεβλημένοι. τὰ γὰρ πρόσβορρα αὐτῆς ᾤκουν οἰκίας κοινὰς καὶ συσσίτια χειμερινὰ κατασκευασάμενοι, καὶ πάντα ὅσα πρέποντʼ ἦν τῇ κοινῇ 112c πολιτείᾳ διʼ οἰκοδομήσεων ὑπάρχειν αὐτῶν καὶ τῶν ἱερῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου—τούτοις γὰρ οὐδὲν οὐδαμόσε προσεχρῶντο, ἀλλὰ τὸ μέσον ὑπερηφανίας καὶ ἀνελευθερίας μεταδιώκοντες κοσμίας ᾠκοδομοῦντο οἰκήσεις, ἐν αἷς αὐτοί τε καὶ ἐκγόνων ἔκγονοι καταγηρῶντες ἄλλοις ὁμοίοις τὰς αὐτὰς ἀεὶ παρεδίδοσαν—τὰ δὲ πρὸς νότου, κήπους καὶ γυμνάσια συσσίτιά τε ἀνέντες οἷα θέρους, κατεχρῶντο ἐπὶ ταῦτα αὐτοῖς. κρήνη δʼ ἦν μία κατὰ τὸν τῆς νῦν ἀκροπόλεως τόπον, ἧς 112d ἀποσβεσθείσης ὑπὸ τῶν σεισμῶν τὰ νῦν νάματα μικρὰ κύκλῳ καταλέλειπται, τοῖς δὲ τότε πᾶσιν παρεῖχεν ἄφθονον ῥεῦμα, εὐκρὰς οὖσα πρὸς χειμῶνά τε καὶ θέρος. τούτῳ δὴ κατῴκουν τῷ σχήματι, τῶν μὲν αὑτῶν πολιτῶν φύλακες, τῶν δὲ ἄλλων Ἑλλήνων ἡγεμόνες ἑκόντων, πλῆθος δὲ διαφυλάττοντες ὅτι μάλιστα ταὐτὸν αὑτῶν εἶναι πρὸς τὸν ἀεὶ χρόνον ἀνδρῶν καὶ γυναικῶν, τὸ δυνατὸν πολεμεῖν ἤδη καὶ τὸ ἔτι, περὶ δύο 112e μάλιστα ὄντας μυριάδας.οὗτοι μὲν οὖν δὴ τοιοῦτοί τε ὄντες αὐτοὶ καί τινα τοιοῦτον ἀεὶ τρόπον τήν τε αὑτῶν καὶ τὴν Ἑλλάδα δίκῃ διοικοῦντες, ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν κατά τε σωμάτων κάλλη καὶ κατὰ τὴν τῶν ψυχῶν παντοίαν ἀρετὴν ἐλλόγιμοί τε ἦσαν καὶ ὀνομαστότατοι πάντων τῶν τότε· τὰ δὲ δὴ τῶν ἀντιπολεμησάντων αὐτοῖς οἷα ἦν ὥς τε ἀπʼ ἀρχῆς ἐγένετο, μνήμης ἂν μὴ στερηθῶμεν ὧν ἔτι παῖδες ὄντες ἠκούσαμεν, εἰς τὸ μέσον αὐτὰ νῦν ἀποδώσομεν ὑμῖν τοῖς φίλοις εἶναι κοινά.

English

112a not as it is now. Now one single night of unusually heavy rain has stripped it bare and made it what it is, along with earthquakes, and this happened before the destruction in the time of Deucalion, with an extraordinary flood of water coming third before it. In an earlier period it came down to the Eridanus and the Ilissus and enclosed the Pnyx within it, with Lycabettus as its boundary on the side opposite the Pnyx. It was all made of earth, and flat on top except for a small part. 112b The outer parts, right along its lower slopes, were lived in by craftsmen and by the farmers who farmed nearby. But up above, the fighting class by itself, alone, lived around the sanctuary of Athena and Hephaestus, as if they had put one fence around the garden of a single house. On its north side they lived in shared houses with winter dining halls. They had buildings that provided everything fitting for the common 112c life of the state, for themselves and for the temples, but without gold or silver. They made no use of these at all anywhere. They aimed at the middle ground between arrogance and meanness, and so they built orderly houses. In these they and their children's children grew old and always handed the same houses on to people like themselves. On the south side they set out gardens, gymnasiums, and summer dining halls, and used them for these purposes. There was one spring on the site of the present acropolis. 112d It was put out by the earthquakes, and today only small streams are left around it. But in those days it gave everyone an abundant flow, and it was equally good in winter and in summer. In this arrangement they lived, as guardians of their own citizens and as leaders of the other Greeks, who followed willingly. They kept the number of their people as nearly the same as possible for all time, both men and women, those already old enough to fight and those still to come, about two 112e myriads in all. These people, being like this and always governing their own land and Greece in justice, were famous across the whole of Europe and Asia both for the beauty of their bodies and for every kind of excellence of their souls, and they were the most renowned of all people at that time. As for the people who fought against them, what they were like and how it all came about from the beginning, we shall now set out in the open for you, our friends, to share, if we do not lose the memory of what we heard when we were still children.

Stephanus 113

Ancient Greek

113a ΚΡΙ. τὸ δʼ ἔτι βραχὺ πρὸ τοῦ λόγου δεῖ δηλῶσαι, μὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε· τὸ γὰρ αἴτιον αὐτῶν πεύσεσθε. Σόλων, ἅτʼ ἐπινοῶν εἰς τὴν αὑτοῦ ποίησιν καταχρήσασθαι τῷ λόγῳ, διαπυνθανόμενος τὴν τῶν ὀνομάτων δύναμιν, ηὗρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτῶν φωνὴν μετενηνοχότας, αὐτός τε αὖ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος 113b ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο· καὶ ταῦτά γε δὴ τὰ γράμματα παρὰ τῷ πάππῳ τʼ ἦν καὶ ἔτʼ ἐστὶν παρʼ ἐμοὶ νῦν, διαμεμελέτηταί τε ὑπʼ ἐμοῦ παιδὸς ὄντος. ἂν οὖν ἀκούητε τοιαῦτα οἷα καὶ τῇδε ὀνόματα, μηδὲν ὑμῖν ἔστω θαῦμα· τὸ γὰρ αἴτιον αὐτῶν ἔχετε. μακροῦ δὲ δὴ λόγου τοιάδε τις ἦν ἀρχὴ τότε.

καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους 113c λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου. πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ. τούτῳ δʼ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ 113d γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ· Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην. ἤδη δʼ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς, δύο μὲν γῆς, θαλάττης δὲ τρεῖς οἷον τορνεύων ἐκ μέσης τῆς νήσου, 113e πάντῃ ἴσον ἀφεστῶτας, ὥστε ἄβατον ἀνθρώποις εἶναι· πλοῖα γὰρ καὶ τὸ πλεῖν οὔπω τότε ἦν. αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς.

ΚΡΙ. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ

English

113a Critias: One short point I must still make clear before the account. Do not be surprised when you hear Greek names belonging to foreign men. You will learn the reason for them. Solon, since he planned to use the story for his own poetry, asked about the meaning of the names. He found that the first Egyptians who wrote these things down had translated them into their own language. 113b Then he took the meaning of each name and, bringing it into our language, wrote it down. These writings were with my grandfather and are still with me now, and I studied them as a child. So if you hear names that are like the ones here, do not be at all surprised. You have the reason for them. This is how the long account began at that time.

Just as was said before about the allotment of the gods, how they divided all the earth among themselves, where larger 113c portions and where smaller, and set up shrines and sacrifices for themselves, so also Poseidon, when he received the island of Atlantis by lot, settled his own children on it. He had born them from a mortal woman, in a place on the island like this. It faced the sea, but in the middle of the whole island there was a plain. This plain is said to have been the most beautiful of all plains and rich enough to match any. Near the plain, in the middle of it, about fifty stades away, there was a mountain that was low on every side. On this mountain there lived one of the men who had been born there from the earth in the beginning. 113d His name was Evenor. He lived with his wife Leucippe. They had one daughter, Cleito. When the girl came to the age for marriage, her mother died and her father too. Poseidon desired her and lay with her. He made the hill where she lived strong, breaking off the ground around it in circles. He made rings of sea and land, smaller and larger ones alternating around each other. There were two rings of land and three of sea, as if turned on a lathe from the middle of the island. 113e They were all the same distance apart, so that the place was impossible for humans to reach. For ships and sailing did not yet exist in those days. Like a god, he easily arranged the island in the middle. He brought up two springs of water from under the ground, one hot and the other cold, flowing from a spring, and made the earth provide food of every kind and in plenty.

Critias: Then he fathered and raised five sets of twin boys, and he divided the whole island of Atlantis into ten parts. To the eldest of them, to the first one

Stephanus 114

Ancient Greek

114a γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν. ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομʼ ἦν τῷ πρώτῳ βασιλεύσαντι 114b τότε Ἄτλας· τῷ δὲ διδύμῳ μετʼ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατʼ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δʼ ἐπιχώριον Γάδειρον, ὅπερ τʼ ἦν ἐπίκλην ταύτῃ ὄνομʼ ἂν παράσχοι. τοῖν δὲ δευτέροιν γενομένοιν τὸν μὲν Ἀμφήρη, τὸν δὲ Εὐαίμονα ἐκάλεσεν· τρίτοις δέ, Μνησέα μὲν τῷ προτέρῳ γενομένῳ, 114c τῷ δὲ μετὰ τοῦτον Αὐτόχθονα· τῶν δὲ τετάρτων Ἐλάσιππον μὲν τὸν πρότερον, Μήστορα δὲ τὸν ὕστερον· ἐπὶ δὲ τοῖς πέμπτοις τῷ μὲν ἔμπροσθεν Ἀζάης ὄνομα ἐτέθη, τῷ δʼ ὑστέρῳ Διαπρέπης. οὗτοι δὴ πάντες αὐτοί τε καὶ ἔκγονοι τούτων ἐπὶ γενεὰς πολλὰς ᾤκουν ἄρχοντες μὲν πολλῶν ἄλλων κατὰ τὸ πέλαγος νήσων, ἔτι δέ, ὥσπερ καὶ πρότερον ἐρρήθη, μέχρι τε Αἰγύπτου καὶ Τυρρηνίας τῶν ἐντὸς δεῦρο ἐπάρχοντες. 114d Ἄτλαντος δὴ πολὺ μὲν ἄλλο καὶ τίμιον γίγνεται γένος, βασιλεὺς δὲ ὁ πρεσβύτατος ἀεὶ τῷ πρεσβυτάτῳ τῶν ἐκγόνων παραδιδοὺς ἐπὶ γενεὰς πολλὰς τὴν βασιλείαν διέσῳζον, πλοῦτον μὲν κεκτημένοι πλήθει τοσοῦτον, ὅσος οὔτε πω πρόσθεν ἐν δυναστείαις τισὶν βασιλέων γέγονεν οὔτε ποτὲ ὕστερον γενέσθαι ῥᾴδιος, κατεσκευασμένα δὲ πάντʼ ἦν αὐτοῖς ὅσα ἐν πόλει καὶ ὅσα κατὰ τὴν ἄλλην χώραν ἦν ἔργον κατασκευάσασθαι. πολλὰ μὲν γὰρ διὰ τὴν ἀρχὴν αὐτοῖς προσῄειν 114e ἔξωθεν, πλεῖστα δὲ ἡ νῆσος αὐτὴ παρείχετο εἰς τὰς τοῦ βίου κατασκευάς, πρῶτον μὲν ὅσα ὑπὸ μεταλλείας ὀρυττόμενα στερεὰ καὶ ὅσα τηκτὰ γέγονε, καὶ τὸ νῦν ὀνομαζόμενον μόνον—τότε δὲ πλέον ὀνόματος ἦν τὸ γένος ἐκ γῆς ὀρυττόμενον ὀρειχάλκου κατὰ τόπους πολλοὺς τῆς νήσου, πλὴν χρυσοῦ τιμιώτατον ἐν τοῖς τότε ὄν—καὶ ὅσα ὕλη πρὸς τὰ τεκτόνων διαπονήματα παρέχεται, πάντα φέρουσα ἄφθονα, τά τε αὖ περὶ τὰ ζῷα ἱκανῶς ἥμερα καὶ ἄγρια τρέφουσα.

ΚΡΙ. καὶ δὴ καὶ ἐλεφάντων ἦν ἐν αὐτῇ γένος πλεῖστον· νομὴ γὰρ τοῖς τε ἄλλοις ζῴοις, ὅσα καθʼ ἕλη καὶ λίμνας καὶ ποταμούς, ὅσα

English

114a To the first-born son he gave the home of their mother and the allotment of land around it, which was the largest and the best, and he made him king over the others. The others he made rulers, and to each he gave command over many people and a place with much land. He gave names to all of them. The oldest son, who was king, received the name that the whole island and the sea took from him. The sea is called Atlantic, 114b because Atlas was the name of the first king at that time. The twin born after him had drawn as his lot the end of the island at the Pillars of Heracles, facing the country that in that region is now called the land of Gadeira. His name in Greek was Eumelus, but in the speech of the country it was Gadeirus, and that name is likely the one the country was named from. Of the second pair of twins he called one Ampheres and the other Evaemon. To the third pair he gave Mneseus for the one born first, 114c and Autochthon for the one born after him. Of the fourth pair, the first was Elasippus and the younger was Mestor. For the fifth pair, the name Azaes was set for the older one, and Diaprepes for the younger. All these sons, and the children born to them, lived as rulers for many generations. They were lords of many other islands in the sea. And, as was said before, they also governed the peoples here inside, as far as Egypt and Tyrrhenia. 114d From Atlas there grew a family very large in number and honored. The kingship always passed from the oldest king to the oldest of his descendants, and they kept it safe for many generations. They held wealth of a size that no royal house had ever had before, and that it would not be easy to have again later. Everything was furnished for them that needed to be furnished, both in the city and in the rest of the country. Much came to them because of their empire 114e from outside, but the island itself gave most of what was needed for life. First, whatever is dug out by mining, the solid ores and the metals that melt. And the kind that is now called orichalc alone—in that time the name fit more than one kind of thing dug from the earth. Orichalc was mined in many places on the island, and it was the most precious thing in the world then, except gold. The island also bore all the timber needed for the works of carpenters, and it gave plenty of it. And it fed plenty of animals, both tame and wild.

Critias: There were also elephants on the island, in very great numbers. There was pasture for the other animals too, the ones that live in the marshes and the lakes and the rivers, the ones

Stephanus 115

Ancient Greek

115a τʼ αὖ κατʼ ὄρη καὶ ὅσα ἐν τοῖς πεδίοις νέμεται, σύμπασιν παρῆν ἅδην, καὶ τούτῳ κατὰ ταὐτὰ τῷ ζῴῳ, μεγίστῳ πεφυκότι καὶ πολυβορωτάτῳ. πρὸς δὲ τούτοις, ὅσα εὐώδη τρέφει που γῆ τὰ νῦν, ῥιζῶν ἢ χλόης ἢ ξύλων ἢ χυλῶν στακτῶν εἴτε ἀνθῶν ἢ καρπῶν, ἔφερέν τε ταῦτα καὶ ἔτρεφεν εὖ· ἔτι δὲ τὸν ἥμερον καρπόν, τόν τε ξηρόν, ὃς ἡμῖν τῆς τροφῆς ἕνεκά ἐστιν, καὶ ὅσοις χάριν τοῦ σίτου προσχρώμεθα—καλοῦμεν δὲ αὐτοῦ 115b τὰ μέρη σύμπαντα ὄσπρια—καὶ τὸν ὅσος ξύλινος, πώματα καὶ βρώματα καὶ ἀλείμματα φέρων, παιδιᾶς τε ὃς ἕνεκα ἡδονῆς τε γέγονε δυσθησαύριστος ἀκροδρύων καρπός, ὅσα τε παραμύθια πλησμονῆς μεταδόρπια ἀγαπητὰ κάμνοντι τίθεμεν, ἅπαντα ταῦτα ἡ τότε [ποτὲ] οὖσα ὑφʼ ἡλίῳ νῆσος ἱερὰ καλά τε καὶ θαυμαστὰ καὶ πλήθεσιν ἄπειρʼ ἔφερεν. ταῦτα οὖν λαμβάνοντες πάντα παρὰ τῆς γῆς κατεσκευάζοντο τά τε 115c ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾷδʼ ἐν τάξει διακοσμοῦντες.

τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἦσαν μητρόπολιν, πρῶτον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι. τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατʼ ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρʼ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, 115d ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο. διώρυχα μὲν γὰρ ἐκ τῆς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδῶν βάθος, μῆκος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τῆς θαλάττης ταύτῃ πρὸς ἐκεῖνον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ταῖς μεγίσταις ἱκανὸν εἰσπλεῖν. καὶ δὴ καὶ τοὺς τῆς γῆς τροχούς, οἳ τοὺς 115e τῆς θαλάττης διεῖργον, κατὰ τὰς γεφύρας διεῖλον ὅσον μιᾷ τριήρει διέκπλουν εἰς ἀλλήλους, καὶ κατεστέγασαν ἄνωθεν ὥστε τὸν ὑπόπλουν κάτωθεν εἶναι· τὰ γὰρ τῶν τῆς γῆς τροχῶν χείλη βάθος εἶχεν ἱκανὸν ὑπερέχον τῆς θαλάττης. ἦν δὲ ὁ μὲν μέγιστος τῶν τροχῶν, εἰς ὃν ἡ θάλαττα συνετέτρητο, τριστάδιος τὸ πλάτος, ὁ δʼ ἑξῆς τῆς γῆς ἴσος ἐκείνῳ· τοῖν δὲ δευτέροιν ὁ μὲν ὑγρὸς δυοῖν σταδίοιν πλάτος, ὁ δὲ ξηρὸς ἴσος αὖ πάλιν τῷ πρόσθεν ὑγρῷ· σταδίου δὲ ὁ

English

115a that graze in the mountains and those that feed on the plains—for all of them alike there was abundance, and for this animal too, the largest by nature and the one that eats the most. Beyond these, the island bore all the sweet-smelling things the earth now grows, and grew them well: things from roots, or from herbage, or from wood, or from juices that drip, or from flowers, or from fruits. And still further, the cultivated fruit: the dry kind, which is our food, and the kinds we use along with our bread grain—we call 115b all the parts of it pulses—and the fruit of trees, which gives drinks and food and ointments; and the fruit of orchard trees, which has come to be for play and pleasure and is hard to store; and the after-dinner comforts against being overfull, which we set out for the tired, so dear to them. All these the sacred island, as it was then under the sun, bore, beautiful and wonderful and beyond counting in amount. Taking all these things from the earth, they furnished 115c the temples, the royal homes, the harbors, the shipyards, and the whole rest of the country, arranging everything in this order:

The rings of sea around the ancient mother city they bridged first, making a road from outside to the royal palace. The palace had been built at the very beginning in this dwelling place of the god and their ancestors. Each king received it from the one before, and each one, as he made it beautiful, 115d went beyond the last, as far as he could, until they had made the home an amazing sight in the size and the beauty of its works. They cut through, starting from the sea, a canal three plethra wide, a hundred feet deep, and fifty stades long, and it ran through to the outermost ring. They made this the ship passage from the sea up to that ring, as to a harbor, cutting an entrance wide enough for the largest ships to sail in. They also cut the rings of land, which separated 115e the rings of sea, at the bridges, leaving a passage from one to the next just wide enough for one trireme. They roofed these over on top, so the sailing could pass below; for the banks of the land rings stood high enough above the sea. The largest ring, the one into which the sea had been cut, was three stades wide, and the next land ring was equal to it. Of the second pair, the water ring was two stades wide, and the land ring again equal to the water ring before it; and the ring

Stephanus 116

Ancient Greek

116a περὶ αὐτὴν τὴν ἐν μέσῳ νῆσον περιθέων.

ΚΡΙ. ἡ δὲ νῆσος, ἐν ᾗ τὰ βασίλεια ἦν, πέντε σταδίων τὴν διάμετρον εἶχεν. ταύτην δὴ κύκλῳ καὶ τοὺς τροχοὺς καὶ τὴν γέφυραν πλεθριαίαν τὸ πλάτος οὖσαν ἔνθεν καὶ ἔνθεν λιθίνῳ περιεβάλλοντο τείχει, πύργους καὶ πύλας ἐπὶ τῶν γεφυρῶν κατὰ τὰς τῆς θαλάττης διαβάσεις ἑκασταχόσε ἐπιστήσαντες· τὸν δὲ λίθον ἔτεμνον ὑπὸ τῆς νήσου κύκλῳ τῆς ἐν μέσῳ καὶ ὑπὸ τῶν τροχῶν ἔξωθεν καὶ ἐντός, τὸν μὲν λευκόν, τὸν δὲ μέλανα, 116b τὸν δὲ ἐρυθρὸν ὄντα, τέμνοντες δὲ ἅμʼ ἠργάζοντο νεωσοίκους κοίλους διπλοῦς ἐντός, κατηρεφεῖς αὐτῇ τῇ πέτρᾳ. καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἁπλᾶ, τὰ δὲ μειγνύντες τοὺς λίθους ποικίλα ὕφαινον παιδιᾶς χάριν, ἡδονὴν αὐτοῖς σύμφυτον ἀπονέμοντες· καὶ τοῦ μὲν περὶ τὸν ἐξωτάτω τροχὸν τείχους χαλκῷ περιελάμβανον πάντα τὸν περίδρομον, οἷον ἀλοιφῇ προσχρώμενοι, τοῦ δʼ ἐντὸς καττιτέρῳ περιέτηκον, τὸν δὲ 116c περὶ αὐτὴν τὴν ἀκρόπολιν ὀρειχάλκῳ μαρμαρυγὰς ἔχοντι πυρώδεις.

τὰ δὲ δὴ τῆς ἀκροπόλεως ἐντὸς βασίλεια κατεσκευασμένα ὧδʼ ἦν. ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τῆς τε Κλειτοῦς καὶ τοῦ Ποσειδῶνος ἄβατον ἀφεῖτο, περιβόλῳ χρυσῷ περιβεβλημένον, τοῦτʼ ἐν ᾧ κατʼ ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τῶν δέκα βασιλειδῶν γένος· ἔνθα καὶ κατʼ ἐνιαυτὸν ἐκ πασῶν τῶν δέκα λήξεων ὡραῖα αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ. τοῦ δὲ Ποσειδῶνος αὐτοῦ νεὼς ἦν, σταδίου 116d μὲν μῆκος, εὖρος δὲ τρίπλεθρος, ὕψος δʼ ἐπὶ τούτοις σύμμετρον ἰδεῖν, εἶδος δέ τι βαρβαρικὸν ἔχοντος. πάντα δὲ ἔξωθεν περιήλειψαν τὸν νεὼν ἀργύρῳ, πλὴν τῶν ἀκρωτηρίων, τὰ δὲ ἀκρωτήρια χρυσῷ· τὰ δʼ ἐντός, τὴν μὲν ὀροφὴν ἐλεφαντίνην ἰδεῖν πᾶσαν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ πεποικιλμένην, τὰ δὲ ἄλλα πάντα τῶν τοίχων τε καὶ κιόνων καὶ ἐδάφους ὀρειχάλκῳ περιέλαβον. χρυσᾶ δὲ ἀγάλματα ἐνέστησαν, τὸν μὲν θεὸν ἐφʼ ἅρματος ἑστῶτα ἓξ ὑποπτέρων 116e ἵππων ἡνίοχον, αὐτόν τε ὑπὸ μεγέθους τῇ κορυφῇ τῆς ὀροφῆς ἐφαπτόμενον, Νηρῇδας δὲ ἐπὶ δελφίνων ἑκατὸν κύκλῳ— τοσαύτας γὰρ ἐνόμιζον αὐτὰς οἱ τότε εἶναι—πολλὰ δʼ ἐντὸς ἄλλα ἀγάλματα ἰδιωτῶν ἀναθήματα ἐνῆν. περὶ δὲ τὸν νεὼν ἔξωθεν εἰκόνες ἁπάντων ἕστασαν ἐκ χρυσοῦ, τῶν γυναικῶν καὶ αὐτῶν ὅσοι τῶν δέκα ἐγεγόνεσαν βασιλέων, καὶ πολλὰ ἕτερα ἀναθήματα μεγάλα τῶν τε βασιλέων καὶ ἰδιωτῶν ἐξ αὐτῆς τε τῆς πόλεως καὶ τῶν ἔξωθεν ὅσων ἐπῆρχον.

ΚΡΙ. βωμός

English

116a that ran around the island in the middle was one stade wide.

Critias: The island where the palace stood was five stades across. They surrounded it with a circle of stone wall, and the rings and the bridge too—the bridge was a plethrum wide on each side. They set towers and gates on the bridges, at every crossing of the sea. They cut the stone from under the ring of the island in the middle, and from under the rings outside and inside. Some was white, some black, 116b and some red. As they cut it, they also made ship sheds, hollow and double inside, roofed with the native rock. Some of the buildings they left plain. In others they mixed the stones and wove varied patterns, for the pleasure of it, giving the buildings a charm that grew out of them. They covered the whole circuit of the wall around the outermost ring with bronze, as one uses an ointment. The inner one they coated with melted tin, and the one 116c around the acropolis itself with orichalc that flashed like fire.

The royal home inside the acropolis was fitted out like this. In the middle there was a holy place set apart for Cleito and Poseidon, barred to all, fenced with a wall of gold. This was the spot where, at the beginning, they planted and brought forth the family of the ten kings. And there, each year, from all the ten lots, they brought seasonal offerings, for each of these two. The temple of Poseidon himself was one stade 116d long, three plethra wide, and its height matched these to the eye, and it had a look that was somehow foreign. They covered the whole outside of the temple with silver, except the ornaments at the roof ends; those they covered with gold. Inside, the whole roof looked ivory, patterned with gold and silver and orichalc; and all the rest—the walls, the columns, and the floor—they covered with orichalc. They set up golden statues: the god standing in a chariot as the driver of six winged 116e horses, so tall that his head touched the top of the roof; and a hundred Nereids on dolphins around him in a circle—for the people of that time believed there were that many of them. Many other statues stood inside, gifts from private people. Outside, around the temple, stood golden statues of them all: the wives, and the ten kings themselves, all who had ever been. And there were many other large gifts, from the kings and from private people, both from the city itself and from the peoples outside, over whom they ruled.

Critias: An altar

Stephanus 117

Ancient Greek

117a τε δὴ συνεπόμενος ἦν τὸ μέγεθος καὶ τὸ τῆς ἐργασίας ταύτῃ τῇ κατασκευῇ, καὶ τὰ βασίλεια κατὰ τὰ αὐτὰ πρέποντα μὲν τῷ τῆς ἀρχῆς μεγέθει, πρέποντα δὲ τῷ περὶ τὰ ἱερὰ κόσμῳ. ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας 117b ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες. τὸ δὲ ἀπορρέον ἦγον ἐπὶ τὸ τοῦ Ποσειδῶνος ἄλσος, δένδρα παντοδαπὰ κάλλος ὕψος τε δαιμόνιον ὑπʼ ἀρετῆς τῆς γῆς ἔχοντα, καὶ ἐπὶ τοὺς ἔξω κύκλους διʼ ὀχετῶν κατὰ τὰς γεφύρας 117c ἐπωχέτευον· οὗ δὴ πολλὰ μὲν ἱερὰ καὶ πολλῶν θεῶν, πολλοὶ δὲ κῆποι καὶ πολλὰ γυμνάσια ἐκεχειρούργητο, τὰ μὲν ἀνδρῶν, τὰ δὲ ἵππων χωρὶς ἐν ἑκατέρᾳ τῇ τῶν τροχῶν νήσῳ, τά τε ἄλλα καὶ κατὰ μέσην τὴν μείζω τῶν νήσων ἐξῃρημένος ἱππόδρομος ἦν αὐτοῖς, σταδίου τὸ πλάτος ἔχων, τὸ δὲ μῆκος περὶ τὸν κύκλον ὅλον ἀφεῖτο εἰς ἅμιλλαν τοῖς ἵπποις. δορυφορικαὶ δὲ περὶ αὐτὸν ἔνθεν τε καὶ ἔνθεν οἰκήσεις ἦσαν 117d τῷ πλήθει τῶν δορυφόρων· τοῖς δὲ πιστοτέροις ἐν τῷ μικροτέρῳ τροχῷ καὶ πρὸς τῆς ἀκροπόλεως μᾶλλον ὄντι διετέτακτο ἡ φρουρά, τοῖς δὲ πάντων διαφέρουσιν πρὸς πίστιν ἐντὸς τῆς ἀκροπόλεως περὶ τοὺς βασιλέας αὐτοὺς ἦσαν οἰκήσεις δεδομέναι. τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶς. καὶ τὰ μὲν δὴ περὶ τὴν τῶν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο· διαβάντι δὲ τοὺς λιμένας ἔξω τρεῖς ὄντας ἀρξάμενον ἀπὸ 117e τῆς θαλάττης ᾔειν ἐν κύκλῳ τεῖχος, πεντήκοντα σταδίους τοῦ μεγίστου τροχοῦ τε καὶ λιμένος ἀπέχον πανταχῇ, καὶ συνέκλειεν εἰς ταὐτὸν πρὸς τὸ τῆς διώρυχος στόμα τὸ πρὸς θαλάττης. τοῦτο δὴ πᾶν συνῳκεῖτο μὲν ὑπὸ πολλῶν καὶ πυκνῶν οἰκήσεων, ὁ δὲ ἀνάπλους καὶ ὁ μέγιστος λιμὴν ἔγεμεν πλοίων καὶ ἐμπόρων ἀφικνουμένων πάντοθεν, φωνὴν καὶ θόρυβον παντοδαπὸν κτύπον τε μεθʼ ἡμέραν καὶ διὰ νυκτὸς ὑπὸ πλήθους παρεχομένων.

ΚΡΙ. τὸ μὲν οὖν ἄστυ καὶ τὸ περὶ τὴν ἀρχαίαν οἴκησιν σχεδὸν ὡς τότʼ ἐλέχθη νῦν διεμνημόνευται· τῆς δʼ ἄλλης χώρας

English

117a was there too, matching that building in size and in the quality of its work. The royal palaces, in the same way, were fit for the size of their power and fit for the splendor that was about the temples. They used the two springs, the one of cold water and the one of hot. The water came in endless supply, and it was wonderfully pleasant and good for each kind of use. They surrounded the springs with buildings and with plantings of trees suited to 117b the waters. They set in cisterns as well—some in the open air, and some roofed over for the warm baths in winter—separate ones for the kings, separate ones for private people, and still others for the women, and others again for the horses and the other beasts of burden, giving each its fitting share of this comfort. They led the overflow to the grove of Poseidon, which had trees of every kind, beautiful, with a wondrous height from the goodness of the soil. They ran the water out to the outer rings through channels at the bridges. 117c In those rings many temples had been built by hand, to many gods, and many gardens and many exercise grounds—some for men, and some set apart for horses—in each of the two land rings. And, besides these, a racecourse had been cut out for them through the middle of the larger land island, one stade wide, while its length ran the whole way around the circle, kept open for contests of horses. Around it, on this side and on that, stood guard houses 117d, sized for the crowd of the guards. The post for the more trusted men was set in the smaller ring, the one nearer the acropolis. Homes inside the acropolis, around the kings themselves, were given to the men who were most to be trusted of all. The shipyards were full of triremes, and of all the gear that belongs to triremes, and everything was well fitted out. So much, then, for the way the home of the kings was furnished. But past the harbors, which were three, on the outside, a wall, starting 117e at the sea, ran around in a circle, fifty stades from the largest ring and harbor at every point, and it closed in at the mouth of the canal, the one toward the sea. All this space was covered with many thickly packed houses, and the waterway and the great harbor were full of ships and of merchants arriving from every side, and the crowd filled day and night with voices, with every kind of noise and clatter.

Critias: The city, then, and the land around the ancient dwelling place have now been described almost exactly as it was told back then. The rest of the country,

Stephanus 118

Ancient Greek

118a ὡς ἡ φύσις εἶχεν καὶ τὸ τῆς διακοσμήσεως εἶδος, ἀπομνημονεῦσαι πειρατέον. πρῶτον μὲν οὖν ὁ τόπος ἅπας ἐλέγετο σφόδρα τε ὑψηλὸς καὶ ἀπότομος ἐκ θαλάττης, τὸ δὲ περὶ τὴν πόλιν πᾶν πεδίον, ἐκείνην μὲν περιέχον, αὐτὸ δὲ κύκλῳ περιεχόμενον ὄρεσιν μέχρι πρὸς τὴν θάλατταν καθειμένοις, λεῖον καὶ ὁμαλές, πρόμηκες δὲ πᾶν, ἐπὶ μὲν θάτερα τρισχιλίων σταδίων, κατὰ δὲ μέσον ἀπὸ θαλάττης ἄνω δισχιλίων. 118b ὁ δὲ τόπος οὗτος ὅλης τῆς νήσου πρὸς νότον ἐτέτραπτο, ἀπὸ τῶν ἄρκτων κατάβορρος. τὰ δὲ περὶ αὐτὸν ὄρη τότε ὑμνεῖτο πλῆθος καὶ μέγεθος καὶ κάλλος παρὰ πάντα τὰ νῦν ὄντα γεγονέναι, πολλὰς μὲν κώμας καὶ πλουσίας περιοίκων ἐν ἑαυτοῖς ἔχοντα, ποταμοὺς δὲ καὶ λίμνας καὶ λειμῶνας τροφὴν τοῖς πᾶσιν ἡμέροις καὶ ἀγρίοις ἱκανὴν θρέμμασιν, ὕλην δὲ καὶ πλήθει καὶ γένεσι ποικίλην σύμπασίν τε τοῖς ἔργοις καὶ πρὸς ἕκαστα ἄφθονον. ὧδε οὖν τὸ πεδίον φύσει 118c καὶ ὑπὸ βασιλέων πολλῶν ἐν πολλῷ χρόνῳ διεπεπόνητο. τετράγωνον μὲν αὔθʼ ὑπῆρχεν τὰ πλεῖστʼ ὀρθὸν καὶ πρόμηκες, ὅτι δὲ ἐνέλειπε, κατηύθυντο τάφρου κύκλῳ περιορυχθείσης· τὸ δὲ βάθος καὶ πλάτος τό τε μῆκος αὐτῆς ἄπιστον μὲν λεχθέν, ὡς χειροποίητον ἔργον, πρὸς τοῖς ἄλλοις διαπονήμασι τοσοῦτον εἶναι, ῥητέον δὲ ὅ γε ἠκούσαμεν· πλέθρου μὲν γὰρ βάθος ὀρώρυκτο, τὸ δὲ πλάτος ἁπάντῃ σταδίου, 118d περὶ δὲ πᾶν τὸ πεδίον ὀρυχθεῖσα συνέβαινεν εἶναι τὸ μῆκος σταδίων μυρίων. τὰ δʼ ἐκ τῶν ὀρῶν καταβαίνοντα ὑποδεχομένη ῥεύματα καὶ περὶ τὸ πεδίον κυκλωθεῖσα, πρὸς τὴν πόλιν ἔνθεν τε καὶ ἔνθεν ἀφικομένη, ταύτῃ πρὸς θάλατταν μεθεῖτο ἐκρεῖν. ἄνωθεν δὲ ἀπʼ αὐτῆς τὸ πλάτος μάλιστα ἑκατὸν ποδῶν διώρυχες εὐθεῖαι τετμημέναι κατὰ τὸ πεδίον πάλιν εἰς τὴν τάφρον τὴν πρὸς θαλάττης ἀφεῖντο, ἑτέρα δὲ ἀφʼ ἑτέρας αὐτῶν σταδίους ἑκατὸν ἀπεῖχεν· ᾗ δὴ τήν 118e τε ἐκ τῶν ὀρῶν ὕλην κατῆγον εἰς τὸ ἄστυ καὶ τἆλλα δὲ ὡραῖα πλοίοις κατεκομίζοντο, διάπλους ἐκ τῶν διωρύχων εἰς ἀλλήλας τε πλαγίας καὶ πρὸς τὴν πόλιν τεμόντες. καὶ δὶς δὴ τοῦ ἐνιαυτοῦ τὴν γῆν ἐκαρποῦντο, χειμῶνος μὲν τοῖς ἐκ Διὸς ὕδασι χρώμενοι, θέρους δὲ ὅσα γῆ φέρει τὰ ἐκ τῶν διωρύχων ἐπάγοντες νάματα.

ΚΡΙ. πλῆθος δέ, τῶν μὲν ἐν τῷ πεδίῳ χρησίμων πρὸς πόλεμον ἀνδρῶν ἐτέτακτο τὸν

English

118a in its natural state and in the way it was laid out, we must now try to recall. First, the whole region was said to rise very high and steep from the sea. But all the land around the city was a plain. It enclosed the city on its own side, and it was itself enclosed in a circle by mountains that ran down to the sea. The plain was smooth and level. It was long in shape through its whole length, three thousand stades in one direction, and two thousand going up from the sea at its middle. 118b This part of the island faced south, and the north winds could not strike it. The mountains around it were then famous beyond all the mountains that now exist, for their number and their size and their beauty. They held many rich villages of country people. They had rivers and lakes and meadows that gave food enough to all their tame and wild creatures. And they had timber, rich in amount and in many kinds, plentiful for every kind of work and for each need. So the plain had been shaped, by its own nature 118c and by many kings over a long time. It was for the most part four-sided and straight, stretched long. Where it fell short, they corrected it with a ditch dug around it in a circle. Its depth and its width and its length were said to be hard to believe, as a work of human hands, on top of all the other labors. But we must say what we heard. The depth was dug a plethrum, and the width was everywhere a stade. 118d Since it was dug around the whole plain, its length came to ten thousand stades. The ditch took in the streams that came down from the mountains and ran its circle around the plain. It came to the city on this side and on that, and there it was let off to flow out to the sea. From the ditch, inland, straight channels were cut across the plain, most of them a hundred feet wide, and these again were let out into the ditch at the sea. Each one lay a hundred stades from the next. They used them to bring down 118e the timber from the mountains into the city, and boats carried down the rest of the season's produce, cutting across from channel to channel sideways, and to the city. They took crops from the land twice in the year: in winter they used the rains from Zeus, and in summer they watered the crops the earth bears with streams led in from the channels.

Critias: As for the number of the men in the plain fit for war, it was ordered that each

Stephanus 119

Ancient Greek

119a κλῆρον ἕκαστον παρέχειν ἄνδρα ἡγεμόνα, τὸ δὲ τοῦ κλήρου μέγεθος εἰς δέκα δεκάκις ἦν στάδια, μυριάδες δὲ συμπάντων τῶν κλήρων ἦσαν ἕξ· τῶν δʼ ἐκ τῶν ὀρῶν καὶ τῆς ἄλλης χώρας ἀπέραντος μὲν ἀριθμὸς ἀνθρώπων ἐλέγετο, κατὰ δὲ τόπους καὶ κώμας εἰς τούτους τοὺς κλήρους πρὸς τοὺς ἡγεμόνας ἅπαντες διενενέμηντο. τὸν οὖν ἡγεμόνα ἦν τεταγμένον εἰς τὸν πόλεμον παρέχειν ἕκτον μὲν ἅρματος πολεμιστηρίου μόριον εἰς μύρια ἅρματα, ἵππους δὲ δύο καὶ 119b ἀναβάτας, ἔτι δὲ συνωρίδα χωρὶς δίφρου καταβάτην τε μικράσπιδα καὶ τὸν ἀμφοῖν μετʼ ἐπιβάτην τοῖν ἵπποιν ἡνίοχον ἔχουσαν, ὁπλίτας δὲ δύο καὶ τοξότας σφενδονήτας τε ἑκατέρους δύο, γυμνῆτας δὲ λιθοβόλους καὶ ἀκοντιστὰς τρεῖς ἑκατέρους, ναύτας δὲ τέτταρας εἰς πλήρωμα διακοσίων καὶ χιλίων νεῶν. τὰ μὲν οὖν πολεμιστήρια οὕτω διετέτακτο τῆς βασιλικῆς πόλεως, τῶν δὲ ἐννέα ἄλλα ἄλλως, ἃ μακρὸς ἂν χρόνος εἴη λέγειν. 119c

τὰ δὲ τῶν ἀρχῶν καὶ τιμῶν ὧδʼ εἶχεν ἐξ ἀρχῆς διακοσμηθέντα. τῶν δέκα βασιλέων εἷς ἕκαστος ἐν μὲν τῷ καθʼ αὑτὸν μέρει κατὰ τὴν αὑτοῦ πόλιν τῶν ἀνδρῶν καὶ τῶν πλείστων νόμων ἦρχεν, κολάζων καὶ ἀποκτεινὺς ὅντινʼ ἐθελήσειεν· ἡ δὲ ἐν ἀλλήλοις ἀρχὴ καὶ κοινωνία κατὰ ἐπιστολὰς ἦν τὰς τοῦ Ποσειδῶνος, ὡς ὁ νόμος αὐτοῖς παρέδωκεν καὶ γράμματα ὑπὸ τῶν πρώτων ἐν στήλῃ γεγραμμένα 119d ὀρειχαλκίνῃ, ἣ κατὰ μέσην τὴν νῆσον ἔκειτʼ ἐν ἱερῷ Ποσειδῶνος, οἷ δὴ διʼ ἐνιαυτοῦ πέμπτου, τοτὲ δὲ ἐναλλὰξ ἕκτου, συνελέγοντο, τῷ τε ἀρτίῳ καὶ τῷ περιττῷ μέρος ἴσον ἀπονέμοντες, συλλεγόμενοι δὲ περί τε τῶν κοινῶν ἐβουλεύοντο καὶ ἐξήταζον εἴ τίς τι παραβαίνοι, καὶ ἐδίκαζον. ὅτε δὲ δικάζειν μέλλοιεν, πίστεις ἀλλήλοις τοιάσδε ἐδίδοσαν πρότερον. ἀφέτων ὄντων ταύρων ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ, μόνοι γιγνόμενοι δέκα ὄντες, ἐπευξάμενοι τῷ θεῷ τὸ κεχαρισμένον 119e αὐτῷ θῦμα ἑλεῖν, ἄνευ σιδήρου ξύλοις καὶ βρόχοις ἐθήρευον, ὃν δὲ ἕλοιεν τῶν ταύρων, πρὸς τὴν στήλην προσαγαγόντες κατὰ κορυφὴν αὐτῆς ἔσφαττον κατὰ τῶν γραμμάτων. ἐν δὲ τῇ στήλῃ πρὸς τοῖς νόμοις ὅρκος ἦν μεγάλας ἀρὰς ἐπευχόμενος τοῖς ἀπειθοῦσιν.

ΚΡΙ. ὅτʼ οὖν κατὰ τοὺς

English

119a lot provide one man as leader. The size of a lot was ten times ten stades, and the lots in all came to six myriads. The people from the mountains and the rest of the country were said to be endless in number. But all of them were sorted, by place and by village, into these lots, under these leaders. Each leader was ordered to supply for the war a sixth part of a war chariot, so that the whole came to ten thousand chariots; two horses and 119b riders for them; and besides, a light two-horse team without a chariot, carrying a small-shielded fighter who could leap down to fight, and the driver of the two horses, with a fighting man mounted behind; two hoplites, and two archers and two slingers; three each of light-armed stone throwers and javelin men; and four sailors, to fill out the crews of twelve hundred ships. Such were the war arrangements of the royal city. The other nine were arranged differently, and it would take a long time to tell. 119c

The offices and the honors were arranged from the beginning as follows. Each one of the ten kings ruled in his own part, in his own city, over the men, by most of the laws; he could punish and put to death anyone he wished. But their rule over one another and their partnership were governed by the instructions of Poseidon, as the law handed them down, and by the writings the first kings had cut on a pillar 119d of orichalc, which stood in the middle of the island in the temple of Poseidon. They gathered there every fifth year, and in turn every sixth year, giving an equal share of honor to the even number and the odd. When they had gathered, they took counsel about their common affairs, examined whether anyone had broken any law, and gave judgment. When they were about to judge, they first gave each other pledges of this kind. Bulls roamed free in the temple of Poseidon. The ten, being alone, prayed to the god that they might take the sacrifice pleasing 119e to him. Then they hunted the bulls without iron, with wooden staves and nooses. Whichever bull they caught, they led it up to the pillar and killed it at the top of the pillar, over the writing. On the pillar, along with the laws, there was an oath that called down great curses on whoever disobeyed.

Critias: So when, by their

Stephanus 120

Ancient Greek

120a αὑτῶν νόμους θύσαντες καθαγίζοιεν πάντα τοῦ ταύρου τὰ μέλη, κρατῆρα κεράσαντες ὑπὲρ ἑκάστου θρόμβον ἐνέβαλλον αἵματος, τὸ δʼ ἄλλʼ εἰς τὸ πῦρ ἔφερον, περικαθήραντες τὴν στήλην· μετὰ δὲ τοῦτο χρυσαῖς φιάλαις ἐκ τοῦ κρατῆρος ἀρυτόμενοι, κατὰ τοῦ πυρὸς σπένδοντες ἐπώμνυσαν δικάσειν τε κατὰ τοὺς ἐν τῇ στήλῃ νόμους καὶ κολάσειν εἴ τίς τι πρότερον παραβεβηκὼς εἴη, τό τε αὖ μετὰ τοῦτο μηδὲν τῶν γραμμάτων ἑκόντες παραβήσεσθαι, μηδὲ ἄρξειν μηδὲ ἄρχοντι 120b πείσεσθαι πλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους. ταῦτα ἐπευξάμενος ἕκαστος αὐτῶν αὑτῷ καὶ τῷ ἀφʼ αὑτοῦ γένει, πιὼν καὶ ἀναθεὶς τὴν φιάλην εἰς τὸ ἱερὸν τοῦ θεοῦ, περὶ τὸ δεῖπνον καὶ τἀναγκαῖα διατρίψας, ἐπειδὴ γίγνοιτο σκότος καὶ τὸ πῦρ ἐψυγμένον τὸ περὶ τὰ θύματα εἴη, πάντες οὕτως ἐνδύντες ὅτι καλλίστην κυανῆν στολήν, ἐπὶ τὰ τῶν ὁρκωμοσίων καύματα χαμαὶ καθίζοντες, νύκτωρ, 120c πᾶν τὸ περὶ τὸ ἱερὸν ἀποσβεννύντες πῦρ, ἐδικάζοντό τε καὶ ἐδίκαζον εἴ τίς τι παραβαίνειν αὐτῶν αἰτιῷτό τινα· δικάσαντες δέ, τὰ δικασθέντα, ἐπειδὴ φῶς γένοιτο, ἐν χρυσῷ πίνακι γράψαντες μετὰ τῶν στολῶν μνημεῖα ἀνετίθεσαν. νόμοι δὲ πολλοὶ μὲν ἄλλοι περὶ τὰ γέρα τῶν βασιλέων ἑκάστων ἦσαν ἴδιοι, τὰ δὲ μέγιστα, μήτε ποτὲ ὅπλα ἐπʼ ἀλλήλους οἴσειν βοηθήσειν τε πάντας, ἄν πού τις αὐτῶν ἔν τινι πόλει τὸ βασιλικὸν καταλύειν ἐπιχειρῇ γένος, κοινῇ 120d δέ, καθάπερ οἱ πρόσθεν, βουλευόμενοι τὰ δόξαντα περὶ πολέμου καὶ τῶν ἄλλων πράξεων, ἡγεμονίαν ἀποδιδόντες τῷ Ἀτλαντικῷ γένει. θανάτου δὲ τὸν βασιλέα τῶν συγγενῶν μηδενὸς εἶναι κύριον, ὃν ἂν μὴ τῶν δέκα τοῖς ὑπὲρ ἥμισυ δοκῇ.

ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν ἐν ἐκείνοις τότε οὖσαν τοῖς τόποις ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν ἔκ τινος τοιᾶσδε, ὡς λόγος, προφάσεως. 120e ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον·

ΚΡΙ. τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο

English

120a own laws, they had offered the sacrifice and made all the parts of the bull sacred, they mixed a bowl of wine and dropped in a clot of blood, one for each of them; the rest they brought to the fire, after they had cleansed the pillar all around. After that they drew from the bowl with golden cups, poured it over the fire, and swore: to give judgment by the laws on the pillar, and to punish anyone who had already broken any of them; and then also never to break any of the written laws on purpose, and never to rule or to obey a ruler 120b except as the laws of their fathers commanded. When each of them had prayed these things for himself and for the family that would come after him, he drank, and gave his cup to the god's temple. Then they spent time on the dinner and on their needs. When darkness came, and the fire around the offerings had cooled, they all put on this most beautiful dark-blue robe, sat down on the ground on the embers of the oath, by night, 120c put out every fire around the holy place, and then received judgment and gave judgment, if any one of them was accused by another of breaking any law. When they had judged, and daylight came, they wrote the judgments on a golden tablet, and they set up the record there together with their robes. There were many other special laws about the privileges of each of the kings. But the greatest were these: never to take up weapons against one another, and to go to the aid of them all if anyone tried to break up the royal family in any of their cities; and 120d to take counsel together, as those before them had done, on what seemed best about war and about their other actions, while giving the lead to the family of Atlas. No king had power over any of his kinsmen to put him to death, unless more than half of the ten thought it right.

The god, then, marshaled and led this power, so great and of such a kind as it then was in those places, against these places again, on some pretext of the following kind, as the story goes. 120e For many generations, as long as the divine nature in them was strong enough, they were obedient to the laws, and they were kindly disposed toward the divine kin in them—

Critias: For they kept thoughts that were true and great in every way. They met the chances that kept coming to them, and one another, with gentleness joined with wisdom. And so, since they looked down on everything except virtue, they thought the goods they had were small,

Stephanus 121

Ancient Greek

121a τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλʼ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετʼ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις. ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντʼ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν. ἐπεὶ δʼ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ 121b πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι. θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς 121c ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν—

English

121a and they bore the weight of the gold and of their other possessions easily, like some load. They did not get drunk on soft living because of their wealth, lose control of themselves, and fall. Sober, they saw clearly that all these goods grow out of the common friendship joined with virtue; but when these goods are pursued with too much eagerness and honor, they waste away, and both the goods and virtue itself are destroyed together. Because they kept to this reasoning, and because the divine nature stayed with them, everything we went through before grew for them. But when the god's share in them grew faint, worn down by the great amount of the mortal, 121b blended with it again and again, and the human character took control, then they could no longer carry what they had, and they behaved shamefully. To anyone who could see, they showed themselves plainly foul, wasting the finest things from the most treasured. But to those who could not see the true life of happiness, they then seemed the most beautiful and the most blessed of men, as they swelled with unjust greed and with power. But Zeus, the god of the gods, who rules by laws, since he could see such things clearly, marked that a decent people was being put into a wretched state. Wanting to lay punishment on them 121c so that, once corrected, they might come back into better measure, he gathered all the gods into his own most honored home, which stands at the middle of the whole universe and sees from there all the things that have a share in becoming. And, gathering them, he said—