Ποικιλόθρον’ ἀθάνατ’ Ἀφρόδιτα, παῖ Διός, δολόπλοκε, λίσσομαί σε μή μ’ ἄσαισι μηδ’ ὀνίαισι δάμνα, πότνια, θῦμον· ἀλλά τυῖδ’ ἔλθ’, αἴ ποτα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀίοισα πήλυι ἔκλυες, πάτρος δὲ δόμον λίποισα χρύσιον ἦλθες ἄρμ’ ὐπαζεύξαισα, κάλοι δέ σ’ ἆγον ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας πύκνα δίννεντες πτέρ’ ἀπ’ ὠράνω αἴθερος διὰ μέσσω. αἶψα δ’ ἐξίκοντο, τὺ δ’, ὦ μάκαιρα, μειδιάσαισ’ ἀθανάτῳ προσώπῳ, ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημι, κὤττι ἔμῳ μάλιστα θέλω γένεσθαι μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω μαῖς ἄγην ἐς σὰν φιλότατα; τίς σ’, ὦ Ψάπφ’, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ’, ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι θῦμος ἰμμέρρει, τέλεσον· σὺ δ’ αὔτα σύμμαχος ἔσσο.