### Fragments 1–10 [1] τοῦ δὲ λόγου τοῦδ’ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι διαιρέων ἕκαστον κατὰ φύσιν καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται. [2] διὸ δεῖ ἕπεσθαι τῶι ⟨ξυνῶι, τουτέστι τῶι⟩ κοινῶι· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν. [3] (περὶ μεγέθους ἡλίου) εὖρος ποδὸς ἀνθρωπείου. [4] (H. dixit quod) si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant orobum ad comedendum. [5] καθαίρονται δ’ ἄλλως αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῶι ἀπονίζοιτο. μαίνεσθαι δ’ ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ’ ἥρωας οἵτινές εἰσι. [6] (ὁ ἥλιος οὐ μόνον, καθάπερ ὁ Ἡ. φησι,) νέος ἐφ’ ἡμέρηι (ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς). [7] εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν. [8] τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ’ ἔριν γίνεσθαι. [9] ὄνους σύρματ’ ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν. [10] συνάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾶιδον διᾶιδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα. ### Fragments 11–20 [11] πᾶν γὰρ ἑρπετὸν πληγῆι νέμεται. [12] ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται. [13] (δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε) βορβόρωι χαίρειν. [14] νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· (τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ·) τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται. [15] εἰ μὴ γὰρ Διονύσωι πομπὴν ἐποιεῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ’ ἄν· ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεωι μαίνονται καὶ ληναΐζουσιν. [16] τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι; [17] οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκόσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι. [18] ἐὰν μὴ ἔλπηται, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον. [19] ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν. [20] γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι. ### Fragments 21–30 [21] θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος. [22] χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον. [23] Δίκης ὄνομα οὐκ ἂν ἤιδεσαν, εἰ ταῦτα μὴ ἦν. [24] ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι. [25] μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι. [26] ἄνθρωπος ἐν εὐφρόνηι φάος ἅπτεται ἑαυτῶι ἀποθανών, [ἀποσβεσθεὶς ὄψεις], ζῶν δέ· ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις, ἐγρηγορὼς ἅπτεται εὕδοντος. [27] ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν. [28] δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας. [29] αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα. [30] κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα. ### Fragments 31–40 [31] πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. (δυνάμει γὰρ λέγει ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ) θάλασσαν, (ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ·) θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ. [32] ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. [33] νόμος καὶ βουλῆι πείθεσθαι ἑνός. [34] ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. [35] χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι. [36] ψυχῆισιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. [37] sues caeno, cohortales aves pulvere vel cinere lavari. [38] (Θαλῆς δοκεῖ κατά τινας) πρῶτος ἀστρολογῆσαι (… μαρτυρεῖ δ’ αὐτῶι καὶ Ἡ. καὶ Δημόκριτος). [39] ἐν Πριήνηι Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων. [40] πολυμαθίη νόον ἔχειν οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον. ### Fragments 41–50 [41] εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. [42] τόν τε Ὅμηρον (ἔφασκεν) ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχον ὁμοίως. [43] ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν. [44] μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος. [45] ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει. [46] τήν τε οἴησιν ἱερὰν νόσον (ἔλεγε) καὶ τὴν ὅρασιν ψεύδεσθαι. [47] μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα. [48] τῶι οὖν τόξωι ὄνομα βίος, ἔργον δὲ θάνατος. [49] εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστος ἦι. [49a] ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. [50] οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι. ### Fragments 51–60 [51] οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῶι ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης. [52] αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη. [53] Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. [54] ἁρμονίη ἀφανὴς φανερῆς κρείττων. [55] ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω. [56] ἐξηπάτηνται, (φησίν,) οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρωι, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ’ ἐλάβομεν, ταῦτα φέρομεν. [57] διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν. [58] καὶ ἀγαθὸν καὶ κακόν [ἕν ἐστιν]. οἱ γοῦν ἰατροί, (φησὶν ὁ Ἡ.,) τέμνοντες, καίοντες πάντη, βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργαζόμενοι, (τὰ ἀγαθὰ καὶ τὰς νόσους). [59] γναφείωι ὁδὸς εὐθεῖα καὶ σκολιὴ (ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῶι γναφείωι περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλωι περιέρχεται) μία ἐστί, (φησί,) καὶ ἡ αὐτή. [60] ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή. ### Fragments 61–70 [61] θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον. [62] ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες. [63] ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν. [64] τὰ δὲ πάντα οἰακίζει Κεραυνός. [65] (καλεῖ δὲ αὐτὸ) χρησμοσύνην καὶ κόρον. [66] πάντα γάρ, (φησί,) τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται. [67] ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός (τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς), ἀλλοιοῦται δὲ ὅκωσπερ ⟨πῦρ⟩, ὁπόταν συμμιγῆι θυώμασιν, ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου. [67a] sic⟨ut⟩ aranea, (ait,) stans in medio telae sentit, quam cito musca aliquem filum suum corrumpit itaque illuc celeriter currit quasi de fili perfectione dolens, sic hominis anima aliqua parte corporis laesa illuc festine meat quasi impatiens laesionis corporis, cui firme et proportionaliter iuncta est. [68] (καὶ διὰ τοῦτο εἰκότως αὐτὰ) ἄκεα (Ἡ. προσεῖπεν ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῆι γενέσει συμφορῶν). [69] (θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν) τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, (ὥς φησιν Ἡ.,) ἢ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν. [70] (πόσωι δὴ οὖν βέλτιον Ἡ.) παίδων ἀθύρματα (νενόμικεν εἶναι τὰ ἀνθρώπινα δοξάσματα). ### Fragments 71–80 [71] (μεμνῆσθαι δὲ καὶ) τοῦ ἐπιλανθανομένου ἧι ἡ ὁδὸς ἄγει. [72] ὧι μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγωι (τῶι τὰ ὅλα διοικοῦντι), τούτωι διαφέρονται, καὶ οἷς καθ’ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται. [73] οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν· (καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν.) [74] (οὐ δεῖ ⟨ὡς⟩) παῖδας τοκεώνων, (τοῦτ’ ἔστι κατὰ ψιλόν· καθότι παρειλήφαμεν.) [75] (τοὺς καθεύδοντας οἶμαι ὁ Ἡ.) ἐργάτας (εἶναι λέγει) καὶ συνεργοὺς τῶν ἐν τῶι κόσμωι γινομένων. [76] ζῆι πῦρ τὸν γῆς θάνατον καὶ ἀὴρ ζῆι τὸν πυρὸς θάνατον, ὕδωρ ζῆι τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος. [77] ψυχῆισι (φάναι) τέρψιν ἢ θάνατον ὑγρῆισι γενέσθαι. [78] ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει. [79] ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός. [80] εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ’ ἔριν καὶ †χρεώμενα. ### Fragments 81–90 [81] (ἡ δὲ τῶν ῥητόρων εἰσαγωγὴ πάντα τὰ θεωρήματα πρὸς τοῦτ’ ἔχει τείνοντα καὶ κατὰ τὸν Ἡράκλειτον) κοπίδων ἐστὶν ἀρχηγός. [82] πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν. [83] ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίαι καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν. [84] μεταβάλλον ἀναπαύεται (καὶ) κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι. [85] θυμῶι μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν θέληι, ψυχῆς ὠνεῖται. [86] ἀπιστίηι διαφυγγάνει μὴ γιγνώσκεσθαι. [87] βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγωι ἐπτοῆσθαι φιλεῖ. [88] ταὐτό τ’ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. [89] τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, (τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι). [90] πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός. ### Fragments 91–100 [91] ποταμῶι γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῶι αὐτῶι (οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν ⟨τῆς αὐτῆς⟩· ἀλλ’ ὀξύτητι καὶ τάχει μεταβολῆς) σκίδνησι καὶ πάλιν συνάγει (μᾶλλον δὲ οὐδὲ πάλιν οὐδ’ ὕστερον, ἀλλ’ ἅμα συνίσταται καὶ ἀπολείπει) καὶ πρόσεισι καὶ ἄπεισι. [92] Σίβυλλα δὲ μαινομένωι στόματι (καθ’ Ἡράκλειτον) ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη (χιλίων ἐτῶν ἐξικνεῖται τῆι φωνῆι) διὰ τὸν θεόν. [93] ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει. [94] ἥλιος γὰρ οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν. [95] ἀμαθίην γὰρ ἄμεινον κρύπτειν, (ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’ οἶνον). [96] νέκυες γὰρ κοπρίων ἐκβλητότεροι. [97] κύνες γὰρ καταβαΰζουσιν ὧν ἂν μὴ γινώσκωσι. [98] αἱ ψυχαὶ ὀσμῶνται καθ’ Ἅιδην. [99] εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν. [100] (ὁ ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ) ὥρας αἳ πάντα φέρουσι. ### Fragments 101–110 [101] ἐδιζησάμην ἐμεωυτόν. [101a] ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες. [102] τῶι μὲν θεῶι καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια. [103] ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας. [104] τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλωι χρείωνται ὁμίλωι οὐκ εἰδότες ὅτι ‘οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί’ [105] (Ἡ. ἐντεῦθεν) ἀστρολόγον (φησὶ τὸν Ὅμηρον). [106] unus dies par omni est. [107] κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων. [108] ὁκόσων λόγους ἤκουσα, οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον. [109] κρύπτειν ἀμαθίην κρέσσον ἢ ἐς τὸ μέσον φέρειν. [110] ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον. ### Fragments 111–120 [111] νοῦσος ὑγιείην ἐποίησεν ἡδύ, κακὸν ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν. [112] τὸ φρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐοντας. [113] ξυνόν ἐστι πᾶσι τὸ φρονέειν. [114] ξὺν νόωι λέγοντας ἰσχυρίζεσθαι χρὴ τῶι ξυνῶι πάντων, ὅκωσπερ νόμωι πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περιγίνεται. [115] ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων. [116] ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ φρονεῖν. [117] ἀνὴρ ὁκόταν μεθυσθῆι, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκηι βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων. [118] αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη. [119] ἦθος ἀνθρώπωι δαίμων. [120] ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός. ### Fragments 121–126 [121] ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ’ ἄλλων. [122] ἀγχιβασίην. [123] φύσις (δὲ καθ’ Ἡράκλειτον) κρύπτεσθαι φιλεῖ. [124] (ὥσπερ) σάρμα εἰκῆ κεχυμένον ὁ κάλλιστος, (φησὶν Ἡράκλειτος,) [ὁ] κόσμος. [125] καὶ ὁ κυκεὼν διίσταται ⟨μὴ⟩ κινούμενος. [125a] μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, (ἔφη,) Ἐφέσιοι, ἵν’ ἐξελέγχοισθε πονηρευόμενοι. [126] τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.